Baruch

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ προσεύξασθε περὶ ἡμῶν [*](§ Γ) πρὸς Κύριον τὸν θεὸν ἡμῶν, ὅτι ἡμάρτομεν τῷ κυρίῳ θεῷ ἡμῶν, καὶ οὐκ ἀπέστρεψεν ὁ θυμὸς Κυρίου καὶ ἡ ὀργὴ αὐτοῦ ἀφʼ ἡμῶν ἕως τῆς ἡμέρας ταύτης.

Καὶ ἀναγνώσεσθε τὸ βιβλίον τοῦτο ὃ ἀπεστείλαμεν πρὸς ὑμᾶς ἐξαγορεῦσαι ἐν οἴκῳ Κυρίου ἐν ἡμέρᾳ ἑορτῆς καὶ ἐν ἡμέραις καιροῦ,

καὶ ἐρεῖτε ῷ κυρίῳ θεῷ ἡμῶν ἡ δικαιοσύνη, ἡμῖν δὲ αἰσχύνη τῶν προσώπων ὡς ἡ ἡμέρα αὕτη, ἀνθρώπῳ Ἰούδα καὶ τοῖς κατοικοῦσιν Ἰερουσαλήμ,

καὶ τοῖς βασιλεῦσιν ἡμῶν καὶ τοῖς ἄρχουσιν ἡμῶν καὶ τοῖς ἱερεῦσιν ἡμῶν καὶ τοῖς προφήταις ἡμῶν καὶ τοῖς πατράσιν ἡμῶν,

ὧν ἡμάρτομεν ἔναντι Κυρίου

καὶ ἠπειθήσαμεν αὐτῷ, καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς Κυρίου θεοῦ ἡμῶν πορεύεσθαι τοῖς προστάγμασιν Κυρίου οἷς ἔδωκεν κατὰ πρόσωπον ἡμῶν,

ἀπὸ τῆς ἡμέρας ἧς ἐξήγαγεν Κύριος τοὺς πατέρας ἡμῶν ἐκ γῆς Αἰγύπτου καὶ ἕως τῆς ἡμέρας ταύτης ἥμεθα ἀπειθοῦντες πρὸς Κύριον θεὸν ἡμῶν, καὶ ἐσχεδιάζομεν πρὸς τὸ μὴ ἀκούειν τῆς φωνῆς αὐτοῦ.

καὶ ἐκολλήθη εἰς ἡμᾶς τὰ κακὰ καὶ ἡ ἀρὰ ὴν συνέταξεν Κύριος τῷ Μωυσῆ παιδὶ αὐτοῦ ἐν ἡμέρᾳ ἡ ἐξήγαγεν τοὺς πατέρας ἡμῶν δοῦναι ἡμῖν γῆν όέουσαν γαλα καὶ μέλι, ὡς ἡ ἡμέρα αὕτη.

καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς Κυρίου τοῦ θεοῦ ἡμῶν κατὰ πάντας τοὺς λόγους τῶν προφητῶν ὧν ἀπέστειλεν πρὸς ἡμᾶς,

καὶ ᾠχόμεθα ἕκαστος ἐν διανοίᾳ καρδίας αὐτοῦ τῆς πονηρᾶς ἐργάζεσθαι θεοῖς ἑτέροις, ποιῆσαι τὰ κακὰ κατʼ ὀφθαλμοὺς Κυρίου θεοῦ ἡμῶν.

καὶ ἔστησεν Κύριος τὸν κόγον αὐτοῦ ὃν ἐλάλησεν ἐφʼ ἡμᾶς καὶ ἐπὶ τοὺς δικαστὰς ἡμῶν τοὺς δικάσαντας τὺν Ἰσραὴλ κιὶ ἐπὶ τοὺς βασιλεῖς ἡμῶν κιὶ ἐπὶ τοὺς ἄρχοντας [*](ΑQΓ)[*](11 ουτων| αυτου A 12 φωτισῃ A 13 προς] incep περ Q (προς Q (vid) | τον θεον] om τον A | ημων 2⁰] υμων A | τω κυριω] om τω A 14 υμας] ημας A | ημερα] ημεραις AQ 15 αισχυνη] pr η AQ 17 εναν· τιον AQ 18 θεου] pr του QᵐᵍΓ | τοις προσταγμασιν]| pr εν A | Κυριου 2°] pr αυτου Q 19 εσχεδιασαμεν A 20 τω Μωυση] om τω A | παιδια B (παιδι B?) | εξηγαγεν] + κς Q ημων] + εκ γης Αιγυπτου Bᵃᵇᵐᵍ λQΓ δουναι] pr του Γ | αυτη] ταυτη A 21 Κυριου του θεου] κυ θυ A του κυ θυ Q κατα] και Γ] ων] ους A 22 ωχομεθα] ηυχομεθα Q* (ωχ. Q) αυτου] ημω| A θεου] pr του Q II 1 τον Ισραηλ] τ[ο]ν [οικον] Ισλ Γ fort )

353
ἡμῶν καὶ ἐπὶ ἄνθρωπον Ἰσραὴλ καὶ Ἰούδα.

οὐκ ἐποιήθη ὑποκάτω [*](B) παντὸς τοῦ οὐρανοῦ καθὰ ἐποίησεν ἐν Ἰερουσαλήμ, κατὰ τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωυσῆ,

τοῦ φαγεῖν ἡμᾶς ἄνθρωπον σάρκας υἱοῦ αὐτοῦ καὶ ἄνθρωπον σάρκας θυγατρὸς αὐτοῦ,

καὶ ἔδωκεν αὐτοὺς [*](¶ Γ) ὑποχειρίους πάσαις ταῖς βασιλείαις ταῖς κύκλῳ ἡμῶν, εἰς ὀνειδισμὸν Κύριος ἐκεῖ.

καὶ ἐγενήθησαν ὑποκάτω καὶ οὐκ ἐπάνω, ὅτι ἡμάρτομεν Κυρίῳ θεῷ ἡμῶν, πρὸς τὸ μὴ ἀκούειν τῆς φωνῆς αὐτοῦ.