Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Διὰ τοῦτο τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ πυρώσω αὐτοὺς καὶ δοκιμῶ αὐτούς, ὅτι ποιήσω ἀπὸ προσώπου πονηρίας θυγατρὸς λαοῦ μου.

βολὶς τιτρώσκουσα ἡ γλῶσσα αὐτῶν, δόλια τὰ ῥήματα τοῦ στόματος αὐτῶν· τῷ πλησίον αὐτοῦ λαλεῖ εἰρηνικὰ καὶ ἐν ἑαυτῷ ἔχει τὴν ἔχθραν.

μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι, λέγει Κύριος, ἢ ἐν λαῷ τῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχὴ μου

Ἐπὶ τὰ ὄρη λάβετε κοπετόν, καὶ ἐπὶ τὰς τρίβους τῆς ἐρήμου θρῆνον, ὅτι ἐξέλιπον παρὰ τὸ μὴ εἶναι ἀνθρώπους· οὐκ ἤκουσαν φωνὴν ὑπάρξεως· ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ καὶ ἕως κτηνῶν ἐξέστησαν, ᾤχοντο.

καὶ δώσω τὴν Ἰερουσαλὴμ εἰς μετοικίαν καὶ εἰς κατοικητήριον δρακόντων, καὶ τὰς πόλεις Ἰούδα εἰς ἀφανισμὸν θήσομαι παρὰ τὸ μὴ κατοικεῖσθαι.

τίς ὁ ἄνθρωπος ὁ συνετός, καὶ συνέτω τοῦτο· καὶ ᾧ λόγος στόματος Κυρίου πρὸς [*](22 σιτινη A IX 1 κεφαλην Q* | τον λαον μου sub ?? Q? | τους τετραυμ.] U+05D0AQ και τετραυμ. A 2 δωη] δωσει Q | σταθμον] α΄ καταλυμα σ΄ αυλισμον Qmg | τον λαον μου] + τουτον U+05D0 3 τοξος A | εγνωσαν] + φησιν κς Q 4 αυτου] + εξηλθοσαν A | φυλαξεσθαι U+05D0 | ουτων] εαυτων A 5 om κατα U+05D0 | αυτου] εαυτου A | καταπαιξεται] καταπεζετε U+05D0* -παιζεται U+05D0c.b παιξεται U+05D0c.c κατα- φευξεται A* (καταπεξ. A?) | αληθιαν U+05D0 | λαλησουσιν U+05D0A | διελειπον U+05D0c.bA 6 om και U+05D0Q | δολος] λ ex δ fec vid U+05D0* | ηθελον] ηθελησαν Q | με] + ηφησιν κς Q 7 Κυριος] + των δυναμεων Q | πυρω|ρ incep U+05D0* (πυρω|σω U+05D01 (vid)) | δοκιμασω U+05D0c. ᵃ | πονηριας] της U+05D0 8 γλωσσα] καρδια A | εαυτω] αυτω U+05D0* (εαυτ. U+05D0c.c) 9 om μη U+05D0* (hab U+05D0c.a) | τω τοιουτω] om τω AQ 10 εξε- λειπον U+05D0c.b AQa vid | ανθρωπους] + α΄θ΄ ?? παραπορευομενους Qmg | κτηνων] pr των A 11 κατοικητηρια A | πολις U+05D0* (-λεις U+05D0c.ᵇ) 12 om ο bis A | συνετος (-τως A* )] σοφος Q | συνετω] συνετιω U+05D0c. ᵃ (postea rurs -τω) συνιειτε A | om ω U+05D0* (hab U+05D0c.c) A | λογος] pr ο U+05D0* AQa)

244
[*](B) αὐτόν, ἀναγγειλάτω ὑμῖν ἕνεκεν τίνος ἀπώλετο ἡ γῆ· ἀνήφθη ὡς ἔρημος παρὰ τὸ μὴ διοδεύεσθαι αὐτήν.

Καὶ εἶπεν Κύριος πρὸς μέ Διὰ τὸ ἐνκαταλιπεῖν αὐτοὺς τὸν νόμον μου ὃν ἔδωκα πρὸ προσώπου αὐτῶν, καὶ οὐκ ἤκουσαν τῆς φωνῆς μου,

ἀλλ᾿ ἐπορεύθησαν zxὀπίσω τῶν ἀρεστῶν τῆς καρδίας αὐτῶν τῆς κακῆς καὶ ὀπίσω τῶν εἰδώλων ἃ ἐδίδαξαν αὐτοὺς οἱ πατέρες αὐτῶν.

διὰ τοῦτο τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Ἰδοὺ ἐγὼ ψωμιῶ αὐτοὺς ἀνάγκας, καὶ ποτιῶ αὐτοὺς ὕδωρ χολῆς,

καὶ διασκορπιῶ αὐτοὺς ἐν τοῖς ἔθνεσιν εἰς οὓς οὐκ ἐγίνωσκον αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν, καὶ ἐπαποστελῶ ἐπʼ αὐτοὺς τὴν μάχαιραν ἕως τοῦ ἐξαναλῶσαι αὐτοὺς ἐν αὐτῇ.

Τάδε λέγει Κύριος Καλέσατε τὰς θρηνούσας καὶ ἐλθέτωσαν, καὶ πρὸς τὰς σοφὰς ἀποστείλατε καὶ φθεγξάσθωσαν

καὶ λαβέτωσαν ἐφʼ ὑμᾶς θρῆνον, καὶ καταγαγέτωσαν οἱ ὀφθαλμοὶ ὑμῶν δάκρυα, καὶ τὰ βλέφαρα ὑμῶν ῥείτω ὕδωρ,

ὅτι φωνὴ οἰκτροῦ ἠκούσθη ἐν Σειών Πῶς ἐταλαιπωρήσαμεν, κατῃσχύνθημεν σφόδρα, ὅτι ἐνκατελίπομεν τὴν γῆν καὶ ἀπερίψαμεν τὰ σκηνώματα ἡμῶν.

ἀκούσατε δή, γυναῖκες, λόγον θεοῦ, καὶ δεξάσθω τὰ ὦτα ὑμῶν λόγους στόματος αὐτοῦ, καὶ διδάξατε τὰς θυγατέρας ὑμῶν οἶκτον, καὶ γυνὴ τὴν πλησίον αὐτῆς θρῆνον.

ὅτι ἀνέβη θάνατος διὰ τῶν θυρίδων ὑμῶν, εἰσῆλθεν εἰς τὴν γῆν ὑμῶν τοῦ ἐκτρίψαι νήπια ἔξωθεν καὶ νεανίσκους ἀπὸ τῶν πλατειῶν.

καὶ ἔσονται οἱ νεκροὶ τῶν ἀνθρώπων εἰς παράδειγμα ἐπὶ προσώπου τοῦ πεδίου τῆς γῆς ὑμῶν, ὡς χόρτος ὀπίσω θερίζοντος, καὶ οὐκ ἔσται ὁ συνάγων.

Τάδε λέγει Κύριος Μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύι αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος [*](U+05D0AQ)[*](12 υμιν] ημιν AQ | τινος ενεκεν AQ | om αυτην A? 13 bis scr και ειπεν A* vid (ras 2° A?) | εγκαταλιπειν BᵃᵇAQ) ενκαταλειπειν U+05D0c.ᵇ | μου 2°] + ?? ӄ επορευθησαν εν αυτω Qᵐᵍ 14 αλλ] ?? και (superscr) Qb? | αρε- στων] εραστων A 15 Κυριος] + των δυναμεων Q | ψωμιζω AQ | αυτους 1°] pr υμας A + α΄σ΄θ΄ ?? τον λαον τουτον Qmg | ποτιζω Q 16 διασκοπιω U+05D0* (-σκορπ. U+05D0c.a, c.b) | επαποστελω] αποστιλω U+05D0* (επαποστελω U+05D0c.a) αποστελω U+05D0c.c | του εξαναλωσαι] ου εξαναλωσω U+05D0Q 17 Κυριος] + ?? των δυναμεων Qmg | καλεσατε] pr ?? συνετε Qmg | ελθατωσαν U+05D0A | φθεγξασθωσαν (φθεξ. U+05D0* φθεγξ. U+05D0c.a)] φθεγξασθω sup ras B1(fort)ab 18 και 1°] pr α΄θ΄ ?? και ταχυνατωσᾱl Qmg | τα βλεφαρα] om τα Q 19 οικτου U+05D0c.b et antea Q | Σιων BᵇU+05D0AQ | εγκατελιπομεν BᵃᵇQ*b ενκατελειπομεν U+05D0c. ᵇ εγκατελειπ. AQᵃ | απερριψαμεν Bᵃ?ᵇU+05D0AQ 20 θεου] κῡ A | οικτρον U+05D0* (-τον U+05D0c. ᵃ) A | αυτης] εαυτης A 21 om δια τ. θυρ. υμων εισηλθεν A | εισηλθεν] pr και Q | υμων 2°] + και ηλθεν δια των θυ|ριδων υμων A 22 και 1°] pr θ΄ ?? θανατω ταδε λεγει κς Qmg om εις U+05D0Q* (hab Q)¹ (ᵐᵍ)) | ως χορτος] και U+05D0* (+ ως χορτος U+05D0c.a) pr και AQ | θεριζοντων U+05D0 )

245
ἐν τῷ πλούτῳ αὐτοῦ,

ἀλλ᾿ ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, [*](B) συνίειν καὶ γινώσκειν ὅτι ἐγώ εἰμι Κύριος ὁ ποιῶν ἔλεος καὶ κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς, ὅτι ἐν τούτοις τὸ θέλημά μου, λέγει Κύριος.

ἰδοῦ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐπισκέψομαι ἐπὶ πάντας περιτετμημένους ἀκροβυστίας αὐτῶν,

ἐπ᾿ Αἴγυπτον καὶ ἐπὶ Ἰδουμαίαν καὶ ἐπὶ Ἐδώμ, καὶ ἐπὶ υἱοὺς Ἀμμὼν καὶ ἐπὶ υἱοὺς Μωάβ, καὶ ἐπὶ πάντα περικειρόμενον τὰ κατὰ πρόσωπον αὐτοῦ, τοὺς κατοικοῦντας ἐν τῇ ἐρήμῳ· ὅτι πάντα τὰ ἔθνη ἀπερίτμητα σαρκί. καὶ πᾶς οἶκος Ἰσραὴλ ἀπερίτμητοι καρδίας αὐτῶν.