Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

συνήχθημεν εἰς εἰρήνην, καὶ οὐκ ἦν ἀγαθά· εἰς καιρὸν ἰάσεως, καὶ ἰδοὺ σπουδή.

ἐκ Δὰν ἀκουσόμεθα φωνήν ὀξύτητος ἵππων αὐτοῦ, ἀπὸ φωνῆς χρεμετισμοῦ ἱππασίας ἵππων αὐτοῦ ἐσείσθη πᾶσα ἡ γῆ· καὶ ἤξει καὶ καταφάγεται τὴν γῆν καὶ τὸ πλήρωμα αὐτῆς, πόλιν καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ.

διότι ἰδοὺ ἐγὼ ἐξαποστέλλω εἰς ὑμᾶς ὄφεις θανατοῦντας, οἷς οὐκ ἔστιν ἐπᾷσαι, καὶ δήξονται ὑμᾶς

ἀνίατα μετʼ ὀδύνης, καρδίας ὑμῶν ἀπορουμένης.

ἰδοῦ φωνὴ κραυγῆς θυγατρὸς λαοῦ μου ἀπὸ γῆς μακρόθεν· μὴ Κύριος οὐκ ἔστιν ἐν Σειών ; ἢ βασιλεὺς οὐκ ἔστιν ἐκεῖ διὰ τί παρώργισάν με ἐν τοῖς γλυπτοῖς αὐτῶν καὶ ἐν ματαίοις ἀλλοτρίοις;

διῆλθεν θέρος, παρῆλθεν ἄμητος, καὶ ἡμεῖς οὐ διεσώθημεν.

ἐπὶ συντρίμματι θυγατρὸς λαοῦ μου ἐσκοτώθην· ἀπορίᾳ κατίσχυσάν με ὠδῖνες ὡς [*](U+05D0AQ)[*](7 εισοδου U+05D0A | εαυτων] ουτων U+05D0AQ 8 μεθ ημων εστιν AQ | εις ματην] pr ?? δια τουτο Qmᵍ 9 om και 1° Q | om και εαλωσαν U+05D0* (hab U+05D0c.a) | νο- μον] λογον U+05D0AQ 10 ετεροις] εταιροις A | κληρονομοις] + ?? οτι απο μικρου| ουτων ӄ εως μεγαλου αυτω| πας τις πλεονεκτει πλεονεξιαν απο προφητου εως ιερεως πας τις ποιει αδικα (11) ӄ ιασαντο το σῡ|τριμμα της θυγατρος του λαου μου επ ατιμια λεγοντες ειρηνη ειρηνη ӄ ουκ εστιν ειρηνη (12) κατησχυνθησαν οτι βδελυγμα εποιησαν ӄ γε αισχυνη ουκ ησχυνθησαν ӄ γε εντραπηναι ουκ εγνωσαν δια τουτο πεσουνται συν τοις πιππουσιν εν καιρω επ ισκοπης ουτων ασθενησουσιν ειπεν κς Qmg 13 εστιν 1°] εσιν B* (rasura) (superscr τ Bᵃᵇ) | σταφυ- λης U+05D0* 13—14 και τα φυλλα.. καθημε[θα]| adnot ου κ΄ π΄ εβρ΄ Bᵃ (non inst Bᵇ) 13 κατερρυηκεν] + α΄θ΄ ?? ӄ εδωκα αυτοις ӄ παρηλθεν αυτοις U+05D0mg 14 αποριφωμεν (απορρ. Bᵇ(vid) AQ)] + εκει Q | απεριψεν (απερρ. BᵇA)] απερ- ριψαν U+05D0c.a | εναντιον] ενωπιον Q 15 εις 2°] pr και U+05D0 16 ακουσομαι A | εσεισθη] + απ αυτου A | την γην] om την Q 17 inceb εξαποστελλε U+05D0* (-λλω g¹ (vid) εις] εφ U+05D0A οφις A εστιν] + α΄ ?? αυτοις Qmg | επασαι] επιλησαι A* επιλαλησαι (λα superscr A¹) | υμας 2°] + α΄σ΄θ΄ ?? φησῑ| κς Qmg 19 κραυγης] pr σ΄ ?? Qmg | Σιων BᵇU+05D0A (Σιω) Q | βασιλενς] ιατρος Q* (βασ. Qmg) | δια τι] διοτι U+05D0c.a c.bAQ 21 κατισχυσαν με] κατισχυσα|μεν U+05D0* κατισχυσαν μου U+05D0c.a (κατ. με U+05D0c.c) | ωδινες ως τικτουσης sub ?? Q?)

243
τικτούσης.

μὴ ῥητίνη οὐκ ἔστιν ἐν Γαλαὰδ, ἢ ἰατρὸς οὐκ ἔστιν [*](B) [*]((II)) ἐκεῖ; διὰ τί οὐκ ἀνέβη ἴασις θυγατρὸς λαοῦ μου;

Τίς δώσει κεφαλῇ μου ὕδωρ καὶ ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσομαι τὸν λαόν μου τοῦτον ἡμέρας καὶ νυκτός, τοὺς τετραυματισμένους θυγατρὸς λαοῦ μου;

τίς δῴη μοι ἐν τῇ ἐρήμῳ σταθμὸν ἔσχατον, καὶ καταλείψω τὸν λαόν μου καὶ ἀπελεύσομαι ἀπʼ αὐτῶν ὅτι πάντες μοιχῶνται, σύνοδος ἀθετούντων,

καὶ ἐνέτειναν τὴν γλῶσσαν αὐτῶν ὡς τόξον· ψεῦδος καὶ οὐ πίστις ἐνίσχυσεν ἐπὶ τῆς γῆς, ὅτι ἐκ κακῶν εἰς κακὰ ἐξήλθοσαν, καὶ ἐμέ οὐκ ἔγνωσαν.

ἕκαστος ἀπὸ τοῦ πλησίον αὐτοῦ φυλάξασθε, καὶ ἐπʼ ἀδελφοῖς αὐτῶν μὴ πεποίθατε, ὅτι πᾶς ἀδελφὸς πτέρνῃ πτερνιεῖ, καὶ πᾶς φίλος δολίως πορεύσεται.