Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἔσονται οἱ νεκροὶ τοῦ λαοῦ τούτου [*](B) εἰς βρῶσιν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς, καὶ οὐκ ἔσται ὁ ἀποσοβῶν.

καὶ καταλύσω ἐκ πόλεως Ἰούδα καὶ ἐκ διόδων Ἰερουσαλὴμ φωνὴν εὐφραινομένων καὶ φωνὴν χαιρόντων, φωνὴν νυμφίου καὶ φωνὴν νύμφης, ὅτι εἰς ἐρήμωσιν ἔσται πᾶσα ἡ γῆ.

Ἐν τῷ καιρῷ ἐκείνῳ, λέγει Κύριος, ἐξοίσουσιν τὸ ὀστᾶ τῶν βασιλέων Ἰούδα καὶ τὰ ὀστᾶ τῶν ἀρχόντων αὐτοῦ καὶ τὰ ὀστᾶ τῶν ἱερέων καὶ τὰ ὀστᾶ προφητῶν καὶ τὰ ὀστᾶ τῶν κατοικούντων ἐν Ἰερουσαλὴμ ἐκ τῶν τάφων αὐτῶν,

καὶ ψύξουσιν αὐτὰ πρὸς τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πρὸς πάντας τοὺς ἀστέρας καὶ πρὸς πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ, ἃ ἠγάπησαν καὶ οἷς ἐδούλευσαν καὶ ὧν ἐπορεύθησαν ὀπίσω αὐτῶν καὶ ὧν ἀντείχοντο καὶ οἷς προσεκύνησαν αὐτοῖς· οὐ κοπήσονται καὶ οὐ ταφήσονται, καὶ ἔσονται εἰς παράδειγμα ἐπὶ προσώπου τῆς γῆς,

ὅτι εἵλοντο τὸν θάνατον ἢ τὴν ζωήν, καὶ πᾶσιν τοῖς καταλοίποις τοῖς καταλειφθεῖσιν ἀπὸ τῆς γενεᾶς ἐκείνης, ἐν παντὶ τόπῳ οὗ ἐὰν ἐξώσω αὐτοὺς ἐκεῖ.

Ὅτι τάδε λέγει Κύριος Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἀναστρέφει ;

διὰ τί ἀπέστρεψεν ὁ λαός μου οὗτος ἀποστροφὴν ἀναιδῆ, καὶ κατεκρατήθησαν ἐν τῇ προαιρέσει αὐτῶν καὶ οὐκ ἠθέλησαν τοῦ ἐπιστρέψαι

ἐνωτίσασθε δὴ καὶ ἀκούσατε· οὐχ οὕτως λαλήσουσιν Οὐκ ἔστιν ἄνθρωπος μετανοῶν ἀπὸ τῆς κακίας αὐτοῦ, λέγων Τί ἐποίησα διέλιπεν ὁ τρέχων ἀπὸ τοῦ δρόμου αὐτοῦ ὡς ἵππος κάθιδρος ἐν χρεμετισμῷ αὐτοῦ.

καὶ ἡ ἁσίδὰ ἐν τῷ οὐρανῷ ἔγνω τὸν καιρὸν αὐτῆς· τρυγὼν καὶ χελιδὼν ἀγροῦ, στρουθία ἐφύλαξαν καιροὺς [*](32 δια] παρα U+05D0c.a 33 βρωσιν] καταβρωμα πασῑ| A 34 καταλυσων U+05D0AQ U+05D0c.ᵃ (-σω U+05D0c.b) | πολεων Q | ευφρενομενην U+05D0* (-νων U+05D0c.a,c.c ευφραιν. U+05D0c.b) | ερημον U+05D0 VIII 1 εξοισουσιν] εξιουσιν U+05D0* (εξοισ. U+05D0¹(vid), c.a) | αυτου] αυτω| Q | προφητων] των προφ. U+05D0 των προφ. ουτων AQ | om εν U+05D0AQ 2 την σεληνην] pr προς Q | στρατειαν AQ* | οις 2°] οι B | και ου] ουδε Q | om και εσονται Q | προσωπον U+05D0 | γης] + εσονται Q 3 ειλαντο U+05D0A | η] pr μαλ- λον A | πασι Q | γενεος] + α΄σ΄ ?? της πονηρας Q | ου εαν] ω U+05D0* ου αν U+05D0c.ᵃ Q ω εαν A | αυτους εκει sup ras Bᵃᵇ + α΄ ?? ӄ αιρεθησεται θανατος υπερ την ζωην λεγει κς των δυναμεω| (4) και ερεις προς αυτους Qmᵍ 4 ο αποστρεφων] om ο Q | αναστρεφει] επιστρεφει U+05D0Q* (αναστρ. Qmg vid) επιστρεψει A 5 δια τι] διοτι U+05D0A* (δια τι Aa) | om ρου AQ ουτος] om U+05D0 + ?? ӄ Ιλημ Qmg | ανεδην αναιδην U+05D0c.b | om εν AQ | om και 2° U+05D0* (hab U+05D0c.ᵃ) | του επιστρεψοι (ψ sup ras Aᵃ?)] om του A 6 λαλησουσιν] λαλουσιν A | διελειπεν U+05D0c.ᵇ AQ* απο του δρομου] αν ου δρ. U+05D0* (απο του δρ. U+05D0c.c) εκ του δρ. U+05D0c.ᵃ AQ | καθιδρο|ς εν U+05D0* καθιδρος| εν U+05D0c.ᵃ 7 η ασιδα] α΄ ο ερωδιος Qmg | και χελιδων αγρου στρουθια] adnot ου κ΄ π΄ εβρ΄ Bᵃᵇᵐᵍ | στουθια Q*)

242
[*](B) εὶσοδων ἑαυτῶν· ὸ δὲ λαός μου οὐκ ἔγνω τὰ κρίματα Κυρίου.

πῶς ἐρεῖτε ὅτι Σοφοί ἐσμεν ἡμεῖς. καὶ νόμος Κυρίου ἐστὶν μεθʼ ἡμῶν ; εἰς μάτην ἐγενήθη σχοῖνος ψευδὴς γραμματεῦσιν.

ᾐσχύνθησαν σοφοὶ καὶ ἐπτοήθησαν καὶ ἑάλωσαν, ὅτι τὸν νόμον Κυρίου ἀπεδοκίμασαν· σοφία τίς ἐστιν ἐν αὐτοῖς;

διὰ τοῦτο δώσω τὰς γυναῖκας αὐτῶν ἑτέροις, καὶ τοὺς ἀγροὺς αὐτῶν τοῖς κληρονόμοις,

καὶ συνάξουσιν τὰ γενήματα αὐτῶν, λέγει Κύριος· οὐκ ἔστιν σταφυλὴ ἐν ταῖς ἀμπέλοις, καὶ οὐκ ἔστιν σῦκα ἐν ταῖς συκαῖς, καὶ τὰ φύλλα κατερρύηκεν.

ἐπὶ τί ἡμεῖς καθήμεθα; συνάχθητε καὶ εἰσέλθωμεν εἰς τὰς πόλεις τὰς ὀχυρὰς καὶ ἀποριφῶμεν, ὅτι ὁ θεὸς ἀπέριψεν ἡμᾶς καὶ ἐπότισεν ἡμᾶς ὕδωρ χολῆς, ὅτι ἡμάρτομεν ἐναντίον αὐτοῦ.

συνήχθημεν εἰς εἰρήνην, καὶ οὐκ ἦν ἀγαθά· εἰς καιρὸν ἰάσεως, καὶ ἰδοὺ σπουδή.

ἐκ Δὰν ἀκουσόμεθα φωνήν ὀξύτητος ἵππων αὐτοῦ, ἀπὸ φωνῆς χρεμετισμοῦ ἱππασίας ἵππων αὐτοῦ ἐσείσθη πᾶσα ἡ γῆ· καὶ ἤξει καὶ καταφάγεται τὴν γῆν καὶ τὸ πλήρωμα αὐτῆς, πόλιν καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ.

διότι ἰδοὺ ἐγὼ ἐξαποστέλλω εἰς ὑμᾶς ὄφεις θανατοῦντας, οἷς οὐκ ἔστιν ἐπᾷσαι, καὶ δήξονται ὑμᾶς

ἀνίατα μετʼ ὀδύνης, καρδίας ὑμῶν ἀπορουμένης.

ἰδοῦ φωνὴ κραυγῆς θυγατρὸς λαοῦ μου ἀπὸ γῆς μακρόθεν· μὴ Κύριος οὐκ ἔστιν ἐν Σειών ; ἢ βασιλεὺς οὐκ ἔστιν ἐκεῖ διὰ τί παρώργισάν με ἐν τοῖς γλυπτοῖς αὐτῶν καὶ ἐν ματαίοις ἀλλοτρίοις;

διῆλθεν θέρος, παρῆλθεν ἄμητος, καὶ ἡμεῖς οὐ διεσώθημεν.