Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ τὸν θυμόν μου ἔπλησα καὶ ἐπέσχον, καὶ οὐ συνετέλεσα αὐτοὺς· ἐκχεῶ ἐπὶ νήπια ἔξωθεν, ἐπὶ συναγωγὴν νεανίσκων ἄμα, ὅτι ἀνὴρ καὶ γυνὴ συνλημφθήσονται, πρεσβύτερος μετὰ πλήρους ἡμερῶν·

καὶ μεταστραφήσονται αἱ οἰκίαι αὐτῶν εἰς ἑτέρους, ἀγροὶ καὶ αἱ γυναῖκες αὐτῶν ἐπὶ τὸ αὐτό, ὅτι ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν ταύτην, λέγει Κύριος.

ὅτι ἀπὸ μικροῦ αὐτῶν καὶ ἕως μεγάλου πάντες συνετελέσαντο ἄνομα, ἀπὸ ἱερέως ἕως ψευδοπροφήτου πάντες ἐποίησαν ψευδῆ.

καὶ ἰῶντο τὸ σύντριμμα τοῦ λαοῦ μου. ἐξουθενοῦντες καὶ λέγοντες Εἰρήνη εἰρήνη· καὶ ποῦ ἐστιν εἰρήνη;

κατῃσχύνθησαν ὅτι ἐξελίποσαν· καὶ οὐδʼ ὡς καταισχυνόμενοι κατῃσχύνθησαν, καὶ τὴν ἀτιμίαν αὐτῶν οὐκ ἔγνωσαν· διὰ τοῦτο [*](U+05D0AQ)[*](4 μεσημβιας U+05D0* (-βρ. U+05D0c.a, c.b) ημερας] εσπερας AQ 5 αναβωμεν] διαβωμεν A επ αυτην] om U+05D0AQ νυκτι] pr εν τη U+05D0AQ 6 Κυριος] + των δυναμεων Q εκκοψατε Q ξυλα] θεμελια Q ψευδη U+05D0 (-ὄης U+05D0c.c) | καταδυναστια U+05D0 7 υδωρ] + αυτου Q κακεια AQ ασεβια U+05D0 8 ηστις U+05D0 | κατοικισθη] κατουκηθησεται U+05D0AQ*) κατωκισθη Qᵐᵍ 9 Κυριος] + των δυναμεω Q επιστρεψατε] επιστραφητε Qmg καρταλον U+05D0 10 δια- μαρτυρομαι AQ ουτων] υμων U+05D0Α δυνησονται] δυνα τε U+05D0* (-ται U+05D0c.b) δυνα- σθαι A δυνωνται Q ου 2°] pr και A βουληθωσιν] βουλωντε U+05D0* (-ληθωσιν U+05D0c.a) αυτο] + ακουσαι U+05D0c.a)AQ 11 επλησαν U+05D0Q (α signo improb Q?vid) επι 2°] pr και BᵃᵇᵐᵍU+05D0AQ σῡ|αγωγην U+05D0* συναγ. B? | συλλημφθησονται BᵇAQ πρεσβυτερος] πρεσ (sup ras) et βυ rescr Bᵃᵇ πρεσβυτης Qmg μετα] και A 13 και μεταστραφησονται] α΄ ?? συλληφθησονται Qmg οι γυναικες] om αι U+05D0 | om τους κατοικουντας U+05D0* (hab U+05D0c.a) 13 om και U+05D0 | εως 1°] ως U+05D0* (εως U+05D0c.a) om A συνετελεσαντο] συνετελεσαν ΛQ ανομα] pr τα Q | ως 2°] pr και AQ) 14 του λαου] hr σ΄ ?? της θυγατρος Qᵐᵍ 15 λατη- σχυνθησαs 1°] καταισχ. U+05D0 (-εσχ. U+05D0* αισχ. U+05D0c.b) εξελειποσαν U+05D0c.b)AQ α΄σ΄θ΄ ?? εποιησαν Qmg Αατησχυνθησαν 2°] ησχυνθησαν U+05D0Α: εγνωσαν] επεγνωσαν U+05D0)

237
πεσοῦνται ἐν τῇ πτώσει αὐτῶν, καὶ ἐν καιρῷ ἐπισκοπῆς ἀπολοῦνται, [*](B) εἶπεν Κύριος.

Τάδε λέγει Κύριος Στῆτε ἐπὶ ταῖς ὁδοῖς καὶ ἴδετε καὶ ἐρωτήσατε τρίβους Κυρίου αἰωνίους, καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθή, καὶ βαδίζετε ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν· καὶ εἶπαν Οὐ πορευσόμεθα.

καθέστακα ἐφʼ ὑμᾶς σκοπούς, ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος· καὶ εἶπαν Οὐκ ἀκουσόμεθα.

διὰ τοῦτο ἤκουσαν τὰ ἔθνη, καὶ οἱ ποιμαίνοντες τὰ ποίμνια αὐτῶν.

ἄκουε, γῆ· ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακά, τὸν καρπὸν ἀποστροφῆς αὐτῶν· ὅτι τῶν λόγων μου οὐ προσέσχον, καὶ τὸν νόμον μου ἀπώσαντο.

ἴνα τί μοι λίβανον ἐκ Σαβὰ φέρετε καὶ κιννάμωμον ἐκ γῆς μακρόθεν; τὰ ὁλοκαυτώματα ὑμῶν οὐκ εἰσὶν δεκτά, καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν μοι.

διὰ τοῦτο τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσθενίαν, καὶ ἀσθενήσουσιν πατέρες καὶ υἱοὶ ἄμα, γείτων καὶ ὁ πλησίον αὐτοῦ ἀπολοῦνται.

Τάδε λέγει Κύριος Ἰδοὺ λαὸς ἔρχεται ἀπὸ βορρᾶ, καὶ ἔθνη ἐγερθήσεται ἀπʼ ἐσχάτου τῆς γῆς,

τόξον καὶ ζιβύνην κρατήσουσιν· ἰταμός ἐστιν, καὶ οὐκ ἐλεήσει· φωνὴ αὐτοῦ ὡς θάλασσα κυμαίνουσα, ἐφʼ ἵπποις καὶ ἅρμασιν παρατάξεται ὡς πῦρ εἰς πόλεμον πρὸς σέ, θύγατερ Σειών.

ἠκούσαμεν τὴν ἀκοὴν αὐτῶν, παρελύθησαν αἱ χεῖρες ἡμῶν, θλίψις κατέσχεν ἡμᾶς, ὠδῖωες ὡς τικτούσης.

μὴ ἐκπορεύεσθε εἰς ἀγρὸν καὶ ἐν ταῖς ὁδοῖς μὴ βαδίζετε, ὅτι ῥομφαία τῶν ἐχθρῶν παροικεῖ κυκλόθεν.

θυγάτηρ λαοῦ μου, περίζωσαι σάκκον, κατάπασαι ἐν σποδῷ, πένθος ἀγαπητοῦ ποίησαι σεαυτῇ [*](15 πεσουτεU+05D0* (-ντε U+05D0c.a -νται U+05D0c.b) επισκοπης] + αυτων AQ 16 αιωνιους U+05D0AQ κυ U+05D0 βαδιζετε] βαδισατε (δ sup ras Aᵃ) A αγνισμον] αγιασμον A 17 κατε- στακα BU+05D0* (καθ. U+05D0c.a) A σαππιγγος U+05D0* (σαλπ. U+05D0c.b) ακουσομε U+05D0* (-σομεθα U+05D0c.a) 19 pl rescr ut vid Q? ιδου] Ιοδα U+05D0* Ιουδα U+05D0c.aA κακα] κατα U+05D0 | καρπον] κερον U+05D0* (καιρ. U+05D0c.b) των λογων] τω λογω U+05D0Q τοις λογοις A 19—20 απω σαντο ινα τ sup ras B¹for,ab 20 ινα τι] + α΄θ΄σ΄ ?? τουτο Qmg εξ Σαβα U+05D0* (εκ Σ. Bᵇ) εκ Σαβα rescr Qᵇ? κινναμομον U+05D0* (-μωμον U+05D0c.a,c.b) γη U+05D0* (γης U+05D0c.a,c.b): in γης rescr ς Qᵇ? υμων] μ sup ras Aᵃ 21 ασθενειαν BᵃᵇQ ασθενησουσιν] + εν αυτη U+05D0c.aAQ υ|ιοι U+05D0* υι|οι B? 22 εθνη] εθνος μεγα U+05D0c.a (postea rursus εθνη) A εθνος Qᵃ + ?? μεγα ӄ βασιλεις πολλοι Qmg εγερθησεται] εξεγερθηται U+05D0* εξεγερθησεται U+05D0c.a (et, nisi potius -σονται, U+05D0¹) A εξεγερθησονται Q 23 κρατησουσιν] + αυτης Q* (improb Q?) ιπποις (ιπ U+05D0* +ποις U+05D0c.a)] ιππης Q* παραταξε U+05D0* (+ται U+05D0c.a) θυγατηρ U+05D0 | Σιων BᵇU+05D0c.a,c.b (Σον U+05D0*) AQ 24 26 pl rescr ut vid Q? 24 υμων U+05D0* (ημ. U+05D0c.a,c.b) κατεσχον Q 25 ρομφαια] pr η U+05D0 κυκλωθεν U+05D0* (-κλοθεν U+05D0c.a,c.b) 26 θυγατηρ] θυγατερες U+05D0* (-τηρ U+05D0c.a ruts -τερες) θυγατερ A (τ rescr A¹) Q περιζωσαι] περιζωσασθε U+05D0* (-σεται U+05D0c.a) postea restit σασθε) καταπασαι] pr και AQ εν σποδω] σποδον AQ πενθος] pr ως U+05D0c.a ποιησον Q)

238
[*](B) κοπετὸν οἰκτρόν, ὅτι ἐξέφωης ἤξει ταλαιπωρία ἐφʼ ὑμᾶς.

δοκιμαστὴν δέδωκά σε ἐν λαοῖς δεδοκιμασμένοις καὶ γνώσῃ με ἐν τῷ δοκιμάσαι με τὴν ὁδὸν αὐτῶν·

πάντες ἀνήκοοι, πορευόμενοι σκολιῶς· χαλκὸς καὶ σίδηρος, πάντες διεφθαρμένοι εἰσίν.

ἐξέλιπεν φυσητὴρ ἀπὸ πυρός, ἐξέλιπεν μόλιβος· εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ, πονηρία αὐτῶν οὐκ ἐτάκη.

ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτοὺς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς Κύριος.