Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ἐνισχύσατε, υἱοὶ Βενιαμείν, ἐκ μέσου τῆς Ἰερουσαλήμ, καὶ ἐν Θεκοῦε σημάνατε σάλπιγγι, καὶ ὑπέρ Βαιθθαχαρμὰ ἄρατε σημεῖον· ὅτι κακὰ ἐκκέκυφεν ἀπὸ βορρᾶ, καὶ συντριβὴ μεγάλη γίνεται,

καὶ ἀφαιρεθήσεται τὸ ὕψος σου, θυγάτηρ Σειών.

εἰς αὐτὴν ἥξουσιν ποιμένες καὶ τὰ ποίμνια αὐτῶν, καὶ πήξουσιν ἐπʼ αὐτὴν σκηνὰς κύκλῳ, καὶ ποιμανοῦσιν ἕκαστος τῇ χειρὶ αὐτοῦ.

παρασκευάσασθε [*](22 αμον U+05D0* (αμμ. U+05D0¹(vid), c.b οριον] εριον A δυνησεται] δυνηθησεται A | U+05D0AQ ηχησουσιν] ισχυσουσιν U+05D0 | υπερβησεται] υπερησετε U+05D0* (υπερβ. U+05D0c.a -ται U+05D0c.b) 23 om και 2° B* vid (hab Bᵇ) Q 24 ειπαν U+05D0 (ιπ. U+05D0* ειπ. U+05D0c.b) AQ | αυτων αυτης A | Κυριον τον] τον κν U+05D0 | ημιν 1°] υμιν U+05D0AQ πρωιμον BbQ 25 υμων 1°] ημων U+05D0* (υμ. U+05D0c.a) απεστησαν] εξαπεστ. A 26 ασεβεις] ασεβειαι A om και 1° A παγιδας (γιδας sup ras U+05D0¹)] + ρ΄θ΄ ?? ως δικτυο | ιξευτου Qmg | | του διαηφθειραι] om του U+05D0AQ 27 εφεσταμενη (επ. A)] συνεσταμενη U+05D0 | πλη- ρεις] πληρης U+05D0Q 28 και 1°] pr α΄σ΄θ ?? ελιπανθησαν εστεατωθησαν Qmg παρεβησαν] + σ΄θ΄ ?? τους λογους μου εις πονηρον Qmg ορφανου] + α΄σ΄θ΄ ?? κατευθυνᾱ | Qᵐᵍ 29 om εν U+05D0* (hab U+05D0c.a) A τω τοιουτω] om τω U+05D0AQ εκδικι U+05D0* (-κησι U+05D0c.a) 30 εκτασις A 31 επεκρωτησαν U+05D0* (επεκροτ. U+05D0¹(vid),c.a) μου (ου U+05D0* μ. U+05D0¹(vid))] om A ηγαπησαν A πσιησητε] ποιησετε BᵃᵇQ ποιησεται U+05D0A μετα ταυτα] μετ αυτα U+05D0 VI 1 Βενιαμιν U+05D0Qa εν] εκ A σημανατε] incep σο U+05D0* (σημ. U+05D01(vid) Βαιθθαχαρμα] Bεθθα- καρμα U+05D01 Βηθθαχαρ A Βηθαχαρμα Q | βαρρα U+05D0* (βορρ. U+05D0c.a) 2 om και Q* (hab Qᵐᵍ) το υψος σου] α΄θ΄ ?? την ωραιαv ӄ5 την τρυφεραν Qmg θυγατερ Q Σιων BbU+05D0AQ 3 τη χειρι] την κειρα U+05D0 (χιρ. U+05D0* χειρ. U+05D0c.b) | αυτου] αυτων A ?? το ποιμνιο | αυτου Qmg)

236
[*](B) ἐπʼ αὐτὴν εἰς πόλεμον, ανάστητε καὶ ἀναβῶμεν ἐπʼ αὐτὴν μεσημβρἰας· οὐαὶ ἡμῖν, ὅτι κέκλικεν ἡ ἡμέρα, ὅτι ἐκλείπουσιν αἱ σκιαὶ τῆς ἡμέρας.

ἀνάστητε καὶ ἀναβῶμεν ἐπʼ αὐτὴν νυκτί, καὶ διαφθείρωμεν τὰ θεμέλια αὐτῆς.

ὅτι τάδε λέγει Κύριος Ἔκκοψον τὰ ξύλα αὐτῆς, ἕκχεον ἐπὶ Ἰερουσαλὴμ δύναμιν· ὥ πόλις ψευδής, ὅλη καταδυναστεία ἐν αὐτῇ.

ὡς ψύχει λάκκος ὕδωρ, οὕτως ψύχει κακία αὐτῆς· ἀσέβεια καὶ ταλαιπωρία ἀκουσθήσεται ἐν αὐτῇ ἐπὶ πρόσωπον αὐτῆς διὰ παντός. πόνῳ καὶ μάστιγι

παιδευθήσῃ, Ἰερουσαλήμ· μὴ ἀποστῇ ἡ ψυχὴ μου ἀπὸ σοῦ, μὴ ποιήσω σε ἄβατον γῆν ἥτις οὐ κατοικισθῇ.

Ὅτι τάδε λέγει Κύριος Καλαμάσθε καλαμᾶσθε ὡς ἄμπελον τὰ κατάλοιπα τοῦ Ἰσραήλ, ἐπιστρέψατε ὡς ὁ τρυγῶν ἐπὶ τὸν κάρταλλον αὐτοῦ.

πρὸς τίνα λαλήσω καὶ διαμαρτύρωμαι, καὶ ἀκούσεται; ἰδοὺ ἀπερίτμητα τὰ ὦτα αὐτῶν, καὶ οὐ δυνήσονται ἀκούειν· ἰδοὺ τὸ ῥῆμα Κυρίου ἐγένετο αὐτοῖς εἰς ὀνειδισμόν, οὐ μὴ βουληθῶσιν αὐτό.

καὶ τὸν θυμόν μου ἔπλησα καὶ ἐπέσχον, καὶ οὐ συνετέλεσα αὐτοὺς· ἐκχεῶ ἐπὶ νήπια ἔξωθεν, ἐπὶ συναγωγὴν νεανίσκων ἄμα, ὅτι ἀνὴρ καὶ γυνὴ συνλημφθήσονται, πρεσβύτερος μετὰ πλήρους ἡμερῶν·