Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ οἱ στύλοι δύο, καὶ ἡ θάλασσα μία, καὶ οἱ μόσχοι δὼδεκα χαλκοῖ ὑποκάτω τῆς θαλάσσης, ἃ ἐποίησεν ὁ βασιλεὺς Σαλωμὼν εἰς οἶκον Κυρίου· οὐκ ἦν σταθμὸς τοῦ χαλκοῦ αὐτῶν.

καὶ οἱ στύλοι τριάκοντα πέντε πηχῶν ὕψος τοῦ κτίλου τοῦ ἑνός, καὶ σπαρτίον δώδεκα πήχεααον περιεκύκλου αὐτόν, καὶ τὸ πάχος αὐτοῦ δακτύλων τεσσάρων κύκλῳ,

καὶ γεῖσος ἐπʼ αὐτοῖς χαλκοῦν, καὶ πέντε πήχεαων τὸ μῆκος, ὑπεροχὴ τοῦ γείσους τοῦ ἑνός, καὶ δίκτυον καὶ ῥόαι ἐπὶ τοῦ γείσους κύκλῳ, τὰ πάντα χαλκᾶ· καὶ κατὰ ταῦτα τῷ στύλῳ τῷ δευτέρῳ, ὀκτὼ ὸόαι τῷ πήχει τοῖς δώδεκα πήχεσιν.

καὶ ἦσαν αἱ ὸόαι ἐνενήκοντα ἴξ ἕν μέρος. καὶ ἦσαν αἱ πᾶσαι ῥόαι ἑκατὸν ἐπὶ τοῦ δικτύου κύκλῳ.

καὶ ἔλαβεν ὁ ἀρχιμάγειρος τὸν ἱερέα τὸν πρῶτον καὶ τὸν ἱερέα τὸν δευτεροῦντα [*](U+05D0ΑQΓ)[*](16 κατελιπεν BᵇU+05D0Qa ο αρχμ.] pr Ναβουζαρδαν + αʼθʼ ?? κ απο τῶν πενη- τῦ της γης κατελειπε ιαβουζαρδαν ο αρχιμαγιρος Qmg εις γεωργους και αμ- πελουργους U+05D0 εις αμπ. και γεωργους Γ 17 om και τας βασεις...οικω Κυριου (2⁰) A βασις U+05D0* (σεις U+05D0?) Καλδεοι τον χαλκον] pr πανια Qmg ου- των] αυτης U+05D0 αυτον Γ om και απηνεγκαν QΓ Βαβυλωνα] + άθ΄ ?? ӄ τους ποδιστηρας ӄ τους αναλημπτηρας τα θυμιατηρια ӄ τα σπονδια |adnot εν τισι· ӄ τους ηλους] Qmg 18 κρεαγρας] κρεαρας U+05D0* κεαγρας A adnot αντι των κρεαγρῶ θυισκας τινες ερμηνευσα Qmg τα χαλκα] ταχα U+05D0* (superscr λκα Bᵃᵇ) ελειτουργουν (γων A)] λειτουργουσιν Γ 19 τα σαφφωθ] τας σαφφωθ U+05D0 ά υδριας σʼ φιάλας οι λοιποι θυμιατηρια Qmg τα μασμαρωθ] τας μασμ. U+05D0* (τα μ. U+05D0?) AQᵃ (τας μασμαωθ Q*) om και τους υποχ. και τας λυχνιας U+05D0 | υποχυτηρας] αποχυτηρας ά λεβητας Qmg και τας λυχνιας sub β Q και 6⁰ bis scr Γ 20 ο βασιλευς] om ο U+05D0 | ουτων] αυτου U+05D0Γ ?? παντω| των σκευω τουτω| Qmg 21 τριακοντα πεντε] λέ U+05D0 τρ. και πεντε Q πηχων] πηχεων AΓ δωδεκα] ιβ΄ U+05D0 | δωδ. πηχεων] δωδεκαπηχυ Q περιεκυκλου ΒU+05D0?QaΓ περικυ- κλοι U+05D0* περικυκλοῦν A περιεκυκλουν Q* παχος] πλατος U+05D0 | τεσσαρων δακτυλων ΑΓ om κυκλω Γ 22 γεισος] κεφαλιδες Qmg χαλκουν] χαλ- κου Γ γεισους 1⁰] γισου Q ενο U+05D0* (ενος U+05D0?) του γεισους (2⁰)] om του A γεισους 2⁰] γισου Q (γισους Qa) om και 5⁰ U+05D0Q | ταυτα] αυτα A δωδεκα] ιβ U+05D0 πηχεσι Bᵇ 23 ενενηκοντα εξ) qζ U+05D0 εξ] pr και Q εν] pr το BᵃᵇAQ) πασαι αι ροαι Q επι του δικτ. κυκλω εκατον U+05D0Q 24 ιερεα bis] ιερεαν U+05D0 | ιερεα 1⁰] pr Σαραιαν Q πρωτον] δευτερον U+05D0* (suberscr πρ. U+05D0c.a) τον ιερεα (2⁰)] pr τον Σοφονιαν Q δευτερουντα Bᵃb(-ροντα B*)] δευτερευοντα U+05D0Q )

349
καὶ τοὺς τρεῖς τοὺς φυλάττοντας τὴν ὁδόν,

καὶ εὺνοῦχον ἕνα ὸς ἦν [*](B) ἐπιστάτης ἀνδρῶν τῶν πολεμιστῶν, καὶ ἑπτὰ ἄνδρας ὀνομαστοὺς τοὺς ἐν προσώπῳ τοῦ βασιλέως τοὺς εὑρεθέντας ἐν τῇ πόλει, καὶ τὸν γραμματέα τῶν δυνάμεων τὸν γραμματεύοντα τῷ λαῷ τῆς γῆς, καὶ ἐξήκοντα ἀνθρώπους ἐκ τοῦ λαοῦ τῆς γῆς τοὺς εὑρεθέντας ἐν μέσῳ τῆς πόλεως.

καὶ ἔλαβεν αὐτοὺς Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος καὶ ἤγαγεν αὐτοὺς πρὸς βασιλέα Βαβυλῶνος εἰς Δεβλάθα·

καὶ ἐπάταξεν αὐτοὺς βασιλεὺς Βαβυλῶνος ἐν Δεβλάθα ἐν γῇ Αἱμάθ.

Καὶ ἐγένετο ἐν τῷ τριακοστῷ καὶ ἑβδόμῳ ἔτει ἀποικισθέντος τοῦ Ἰωακεὶμ βασιλέως Ἰούδα, ἐν τῷ δωδεκάτῳ μηνὶ ἐν τῇ τετράδι καὶ εἰκάδι τοῦ μηνός, ἔλαβεν Οὐλαιμαδαχὰρ βασιλεὺς Βαβυλῶνος, ἐν τῷ ἐνιαυτῷ ᾧ ἐβασίλευσεν, τὴν κεφαλὴν Ἰωακεὶμ βασιλέως Ἰούδα καὶ ἔκειρεν αὐτόν, καὶ ἐξήγαγεν αὐτὸν ἐξ οἰκίας ἧς ἐφυλασσετο,

καὶ ἐλάλησεν αὐτῷ χρηστά, καὶ ἔδωκεν αὐτοῦ τὸν θρόνον ἐπάνω τῶν βασιλέων τῶν μετʼ αὐτοῦ ἐν Βαβυλῶνι,

καὶ ἥλλαξαν τὴν στολὴν τῆς φυλακῆς αὐτοῦ, καὶ ἡσθιεν ἄρτον διὰ παντὸς κατὰ πρόσωπον αὐτοῦ πάσας τὰς ἡμέρας ἂς ἔζησεν.

καὶ ἡ σύνταξις αὐτῷ ἐδίδετο διὰ παντὸς παρὰ τοῦ βασιλέως Βαβυλῶνος ἐξ ἡμέρας εἰς ἡμέραν ἕως ἡμέρας ἧς ἀπέθανεν.