Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ἐὰν καθίσαντες καθίσητε ἐν τῇ γῇ ταύτῃ, οἰκοδομήσω ὑμᾶς καὶ οὐ μὴ καθελῶ, καὶ φυτεύσω ὑμᾶς καὶ οὐ μὴ ἐκτίλω· ὅτι ἀναπέπαυμαι ἐπὶ τοῖς κακοῖς οἷς ἐποίησα ὑμῖν.

μὴ φοβηθῆτε ἀπὸ προσώπου βασιλέως Βαβυλῶνος, οὗ ὑμεῖς φοβεῖσθε ἀπὸ προσώπου αὐτοῦ· μὴ φοβηθῆτε, φησὶν Κύριος, ὅτι μεθʼ ὑμῶν ἐγὼ ἐξαιρεῖσθαι ὑμᾶς καὶ σώζειν ὑμᾶς ἐκ χειρὸς αὐτῶν.

καὶ δώσω ὑμῖν ἔλεος, καὶ ἐλεήσω ὑμᾶς καὶ ἐπιστρέψω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν.

καὶ εἰ λέγετε ὑμεῖς Οὐ μὴ καθίσωμεν ἐν τῇ γῇ ταύτῃ πρὸς τὸ μὴ ἀκοῦσαι φωνῆς Κυρίου,

ὅτι εἰς γῆν Αἰγύπτου εἰσελευσόμεθα, καὶ οὐ μὴ ἴδωμεν πόλεμον, καὶ φωνὴν σάλπιγγος οὐ μὴ ἀκούσωμεν, καὶ ἐν ἄρτοις οὐ μὴ πεινάσωμεν, καὶ ἐκεῖ οἰκήσομεν·

διὰ τοῦτο ἀκούσατε λόγον Κυρίου Οὕτως εἶπεν Κύριος Ἐὰν ὑμεῖς δῶτε τὸ πρόσωπον ὑμῶν εἰς Αἴγυπτον καὶ εἰσέλθητε ἐκεῖ κατοικεῖν,

καὶ ἔσται, ἡ ῥομφαία ἣν ὑμεῖς φοβεῖσθε ἀπὸ προσώπου αὐτῆς εὑρήσει ὑμᾶς ἐν γῇ Αἰγύπτου, καὶ ὁ λιμὸς οὗ ὑμεῖς λόγον ἔχετε ἀπὸ προσώπου αὐτοῦ καταλημψεται ὑμᾶς ὀπίσω ὑμῶν ἐν Αἰγύπτῳ, καὶ ἐκεῖ ἀποθανεῖσθε.

καὶ ἔσονται πάντες οἱ ἄνθρωποι καὶ πάντες οἱ ἀλλογενεῖς, οἱ θέντες τὸ πρόσωπον αὐτῶν εἰς γῆν Αἰγύπτου ἐνοικεῖν ἐκεῖ, ἐκλείψουσιν ἐν τῇ ῥομφαίᾳ καὶ ἐν τῷ λιμῷ, καὶ οὐκ ἔσται αὐτῶν οὐθεὶς σωζόμενος ἀπὸ τῶν κακῶν ὧν ἐγὼ ἐπάγω ἐπʼ αὐτοὺς.

ὅτι οὕτως εἶπεν Κύριος Καθὼς ἔσταξεν ὁ θυμός μου ἐπὶ τοὺς κατοικοῦντας Ἰερουσαλήμ, οὕτως στάξει ὁ θυμός μου ἐφʼ ὑμᾶς, εἰσελθόντων ὑμῶν εἰς Αἴγυπτον· καὶ ἔσεσθε εἰς ἄβατον καὶ ὑποχείριοι καὶ εἰς ἀρὰν καὶ εἰς ὀνειδισμόν, καὶ οἶ μὴ ἴδητε οὐκέτι τὸν τόπον τοῦτον.

ἂ ἐλάλησεν [*](U+05D0AQ)[*](9 Κυριος] + θ΄ ?? θς Ιηλ προς ο| απεστειλατε με ριψαι ελεος υμων ενα|τιον αυτου Qᵐᵍ 10 οικοδομησω] pr και Q om μη 1 ° U+05D0* (superscr U+05D0c.a) ανεπαυμε U+05D0* (αναπεπαυμαι U+05D0?) επι τοις κακοις] απο των κακων U+05D0Α οις] ων U+05D0 | εποιησα] ειπα ποιησαι Q 11 βασιλεως] pr του Q μη 2⁰] pr ου Q υμων] ημων U+05D0* εγω] ειμι U+05D0* (εγω U+05D0c.a ᵐᵍ) + ειμι AQ | εξαιρεισθαι] pr του U+05D0c.a(?) ᵐᵍ AQ ουτων] αυτου U+05D0Q 12 ελεον U+05D0* (ελεος U+05D0?) bis scr εις U+05D0* (improb 1⁰ U+05D0?) 13 φωνης] pr της Q 14 γην] pr την U+05D0 | Αιγυπου U+05D0 | εισελευσομεθα] επελευσομεθα Q? ακουσομεν A Οm και εν αρτοις ου μη πεινα- σωμεν (hab U+05D0c.a (?) ᵐᵍ) οικησωμεν U+05D0 15 λογον] λογους U+05D0Qᵃ | Κυριου] + α΄θ΄ ?? οι καταλοιποι της Ιουδαιας Qmg om ουτως ειπεν Κυριος U+05D0* (hab U+05D0c.a(?) ᵐᵍ) 16 υμει * (υμεις Baᵇ) εφοβεισθε U+05D0* γη Αιγυπτου] γη Αιγυ- πτω A Αιγυπτω ο λιμος] om ο U+05D0 | εχετε] εχειτε A καταλημψε εται (-ληψ. Qᵃ)] και καταλιψεται U+05D0* και καταλημψ. U+05D0ᵃ 17 ανθρωποι] ανδρες Q τη ρομφαια] της ρ. U+05D0* om τη Q τω λιμω] om τω Q + θ΄ ?? κ εν θανατω Qmg ουθεις] ουδεις Q 18 Κυριος] + τω δυναμεων θς Ιηλ Qmg καθως] pr οτι A μου 1⁰] + παντες ?? κ η οργη μου Qmg αβατον] Αιγυπτον U+05D0* (αβατον U+05D0c.a(?)) om λαι 2⁰ U+05D0* (superscr U+05D0c.a(?) om εις 4° A ιδητε] ειδητε U+05D0 19 α] ουτως Qmg )

341
Κύριος ἐφʼ ὑμᾶς τοὺς καταλοίπους Ἰούδα Μὴ εἰσέλθητε [*](B) εἰς Αἴγυπτον. καὶ νῦν γνόντες γνώσεσθ

ὅτι ἐπονηρεύσασθε ἐν ψυχαῖς ὑμῶν ἀποστείλαντές με λέγοντες Πρόσευξαι περὶ ἡμῶν πρὸς Κύριον, καί Κατὰ πάντα ἃ ἐὰν λαλήσῃ σοι Κύριος ποιήσομεν.

καὶ οὐκ ἠκούσατε τῆς φωνῆς Κυρίου ἧς ἀπέστειλέν με πρὸς ὑμᾶς.

καὶ νῦν ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ ἐκλείψετε ἐν τῷ τόπῳ οὗ ὑμεῖς βούλεσθε εἰσελθεῖν κατοικεῖν ἐκεῖ.