Jeremias
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
ἐν πόλεσιν τῆς ὀρινῆς καὶ ἐν πόλεσιν τῆς σεφηλὰ καὶ ἐν πόλεσιν τῆς νάγεβ καὶ ἐν γῇ Βενιαμεὶν καὶ ἐν ταῖς κύκλῳ Ἰερουσαλὴμ καὶ ἐν πόλεσιν Ἰούδα, ἔτι παρελεύσεται πρόβατα ἐπὶ χεῖρα ἀριθμοῦντος, εἶπεν Κύριος.
Ὁ λόγος ὁ γενόμενος πρὸς Ἰερεμίαν παρὰ Κυρίου· καὶ Ναβουχοδονοσὸρ [*](B) βασιλεὺς Βαβυλῶνος καὶ πᾶν τὸ στρατόπεδον αὐτοῦ καὶ πᾶσα ἡ γῆ ἀρχῆς αὐτοῦ ἐπολέμουν αὐτὸν ἐπὶ Ἰερουσαλὴμ καὶ ἐπὶ πάσας τὰς πόλεις Ἰούδα, λέγων
Οὕτως εἶπεν Κύριος Βάδισον πρὸς Σεδεκίαν βασιλέα Ἰούδα καὶ ἐρεῖς αὐτῷ Οὕτως εἶπεν Κύριος Παραδόσει παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ συλλήμψεται αὐτὴν καὶ καύσει αὐτὴν ἐν πυρί,
καὶ σὺ οὐ μὴ σωθῇς ἐκ χειρὸς αὐτοῦ, καὶ συλλήμψει συλλημφθήσει καὶ εἰς χεῖρας αὐτοῦ δοθήσει, καὶ ὀφθαλμοί σου τοὺς ὀφθαλμοὺς αὐτοῦ ὄψονται, καὶ εἰς Βαβυλῶνα εἰσελεύσει.
ἀλλὰ ἄκουσον τὸν λόγον Κυρίου, Σεδεκία βασιλεῦ Ἰούδα Οὕτως λέγει Κύριος
Ἐν εἰρήνῃ ἀποθανῇ· καὶ ὡς ἔκλαυσαν τοὺς πατέρας σου τοὺς βασιλεύσαντας πρότερόν σου, κλαύσονται καὶ σέ, καὶ ἕως ᾅδου κόψονταί σε· ὅτι λόγον ἐγὼ ἐλάλησα, εἶπεν Κύριος.
καὶ ἐλάλησεν Ἰερεμίας πρὸς τὸν βασιλέα Σεδεκίαν πάντας τοὺς λόγους τούτους ἐν Ἰερουσαλήμ.
καὶ ἡ δύναμις βασιλέως Βαβυλῶνος ἐπολέμει ἐπὶ Ἰερουσαλὴμ καὶ ἐπὶ τὰς πόλεις Ἰούδα καὶ ἐπὶ Λαχεὶς καὶ ἐπὶ Ἀζηκά , ὅτι αὗται κατελείφθησαν ἐν πόλεσιν Ἰούδα πόλεις ὀχυραί.
Ὁ λόγος ὁ γενόμενος πρὸς Ἰερεμίαν παρὰ Κυρίου μετὰ τὸ συντελέσαι τὸν βασιλέα Σεδεκίαν διαθήκην πρὸς τὸν λαὸν τοῦ καλέσαι ἄφεσιν,
τοῦ ἐξαποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ, τὸν Ἐβραῖον καὶ τὴν Ἐβραίαν, ἐλευθέρους. πρὸς τὸ μὴ δουλεύειν ἄνδρα ἐξ Ἰούδα.
καὶ ἐπεστράφησαν πάντες οἱ μεγιστᾶνες καὶ πᾶς ὁ λαὸς οἱ εἰσελθόντες ἐν τῇ διαθήκῃ τοῦ ἀποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ τὴν παιδίσκην αὐτοῦ, καὶ ἐῶσαν
αὐτοὺς εἰς παῖδας καὶ παιδίσκας.
καὶ ἐγενήθη λόγος Κυρίου πρὸς Ἰερεμίαν λέγων
Οὕτως εἶπεν Κύριος Ἐγὼ ἐθέμην διαθήκην πρὸς τοὺς πατέρας ὑμῶν ἐν τῇ ἡμέρᾳ ᾖ ἐξειλάμην αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας, λέγων
Ὅταν πληρωθῇ ἓξ ἔτη, ἀποστελεῖς τὸν ἀδελφόν σου τὸν Ἐβραῖον ὃς πραθήσεταί σοι καὶ ἐργᾶταί σοι ἓξ ἔτη, καὶ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον· καὶ οὐκ ἤκουσάν μου καὶ οὐκ ἔκλιναν τὸ οὗς αὐτῶν.
καὶ ἐπέστρεψαν σήμερον ποιῆσαι τὸ εὐθὲς πρὸ ὀφθαλμῶν μου τοῦ καλέσαι ἄφεσιν ἕκαστον τοῦ πλησίον αὐτοῦ, καὶ συνετέλεσαν διαθήκην κατὰ πρόσωπόν μου ἐν τῷ οἴκῳ οὗ ἐπεκλήθη τὸ ὄνομά μου ἐπʼ αὐτῷ.
καὶ ἐπεστρέψατε καὶ ἐβεβη- λώσατε τὸ ὄνομά μου τοῦ ἐπιστρέψαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ, οὓς ἐξαποστείλατε ἐλευθέρους τῇ ψυχῇ αὐτῶν, ὑμῖν εἰς παῖδας καὶ παιδίσκας.
διὰ τοῦτο οὕτως εἶπεν [*](U+05D0AQ)[*](7 τας πολεις (πολις U+05D0*)] om τας U+05D0*Q Ιουδα 1⁰] + τας καταλελιμμενας AQa (-λελειμμ. Q*) om και 3⁰ U+05D0AQ πολεις 2⁰] πολις U+05D0* 8 γενεμενος U+05D0 γεναμενος A τον βασιλεα] om τον U+05D0 | τον λαον] + τον εν Ιλημ AQ pr ?? παντα Qmg καλεσαι] + ?? αυτοις Qmg 9 om εκαστον 2⁰ U+05D0* (hab U+05D0c.a (?) mᵍ) δουλευειν] ?? αυτοις Qmg ανδρας U+05D0 | Ιουδα] Ιηλ AQmg + ?? αδελφον αυτου μηδενα Qmᵍ 10 om και 1° U+05D0* hab U+05D0c.a(?)) | εισελθοντες] ελθοντες A εν τη διαθηκη] εις την διαθηκην AQ αποστειλαι] εξαπο- στιλαι U+05D0* (-στειλαι U+05D0c.b(?)) om και την παιδισκην αυτου A την παιδ.] pr εκαστον U+05D0Q αυτου 2⁰] + ελευθερους προς το μη δουλευσαι αυτους ετι Qmg 10— 11 και εωσαν...παιδισκας] κ επηκουσαν κ εξαπεστειλαν κ επεστραφησαν μετα ταυτα (α΄) κ επεστρεψαν τους παιδας κ τας παιδισκας ους εξαπεστειλαν ελευθερους Qmg 10 εωσαν] εσωσαν U+05D0 εασαν Q* 12 εγενηθη] εγενετο A om Κυριου U+05D0* (hab U+05D0c.a(?) 13 Κυριος] + ο θς Ιηλ AQ | εθεμην] διεθεμην AQ ημερα] incep ημα U+05D0* εξειλομην Qᵃ 14 αποστελλις U+05D0* (αποστελεις U+05D0?) Εβρεον U+05D0 | εξαποστελεις (εξαπαστελλις [sic] U+05D0*)] αποστελεις A om ουκ 1⁰ A*ᵛⁱᵈ (hab A?) 15 επεστρεφαν] εστρεψαν A προ οφθαλμων] εν οφθαλμοις A εκαστος A του πλησιον] τω πλ. A om κατα προσωπον μου U+05D0* (hab U+05D0c.a ᵐᵍ sup) επεκηθη U+05D0* (superscr λ U+05D0?) 16 το ονομα] την διαθηκην AQ εξαπεστειλατε Bᵃᵇ U+05D0c.a(?)AQ υμιν] pr του οιναι AQ )
καὶ δώσω τοὺς ἄνδρας τοὺς παρε- ληλυθότας τὴν διαθήκην μου, τοὺς μὴ στήσαντας τὴν διαθήκην μου ἣν ἐποίησαν κατὰ πρόσωπόν μου, τὸν μόσχον ὃν ἐποίησαν ἐργάζεσθαι αὐτῷ,
τοὺς ἄρχοντας Ἰούδα καὶ τοὺς δυνάστας καὶ τοὺς ἱερεῖς καὶ τὸν λαόν,