Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἔσονταί μοι εἰς λαὸν καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς θεόν.

καὶ δώσω αὐτοῖς ὀδὸν ἑτέραν καὶ καρδίαν ἑτέραν, φοβηθῆναί με πάσας τὰς ἡμέρας, καὶ εἰς ἀγαθὸν αὐτοῖς καὶ τοῖς τέκνοις αὐτῶν μετʼ αὐτοὺς.

καὶ διαθήσομαι αὐτοῖς διαθήκην αἰωνίαν, ἣν οὐ μὴ ἀποστρέψω ὄπισθεν αὐτῶν· καὶ τὸν φόβον μου δώσω εἰς τὴν καρδίαν αὐτῶν πρὸς τὸ μὴ ἀποστῆναι αὐτοὺς ἀπʼ ἐμοῦ.

καὶ ἐπισκέψομαι τοῦ ἀγαθῶσαι αὐτούς, καὶ φυτεύσω αὐτοὺς ἐν τῇ γῆ ταύτῃ ἐν πίστει καὶ ἐν πάσῃ καρδίᾳ καὶ ἐν πάσῃ ψυχῇ.

ὅτι οὕτως εἶπεν Κύριος Καθὰ ἐπήγαγον ἐπὶ τὸν λαὸν τοῦτον πάντα τὰ κακὰ τὰ μεγάλα ταῦτα, οὕτως ἐγὼ ἐπάξω ἐπʼ αὐτοὺς πάντα τὰ ἀγαθὰ ἃ ἐλάλησα ἐπʼ αὐτούς.

καὶ κτηθήσονται ἔτι ἀγροὶ ἐν τῇ γῇ ᾖ σὺ λέγεις Ἄβατος ἔσται ἀπὸ ἀνθρώπων καὶ κτήνους, καὶ παρεδόθησαν εἰς χεῖρας Χαλδαίων·

καὶ κτήσονται ἀγροὺς ἐν ἀργυρίῳ, καὶ γράψεις βιβλίον καὶ σφραγιῇ, καὶ διαμαρτυρῇ μάρτυρας, ἐν γῇ Βενιαμεὶν καὶ [*](U+05D0AQ)[*](32 om εν Bζ) 33 απεστρεψαν] επεστρεψαν U+05D0 εστρεψαν Q bis scr προς U+05D0* (improb 1⁰ U+05D0?) νωτα Q* (νωτον Qmg) προσωπα Q* (-πον Qmg) | ορθου U+05D0* (ορθρ. U+05D0c.a) om εδιδαξα (2⁰) και BᵇA ηκουσαν] ηθελησαν A | ετι λαβειν] εκλαβεν Q παιδιαν (πεδ, U+05D0*) U+05D0A 34 μιασματα] inccp μιαν U+05D0* ου] ω A 35 βωμους] + ουτων A τη Βααλ] της B. Q om βασιλει Q | καρδιαν] pr την AQ Ιουδαν BᵇU+05D0 36 πολιν] + α΄σ΄ ταυτη| Qmg μαχαιρη A 37 om εγω U+05D0*c.b (superscr U+05D0c.a) τω θυμω] pr εν καθιω] κατοικειω A πεποιθοτως Q 39 ετεραν 1⁰] μιαν Qmg ετεραν 2⁰ sub ?? Qsupercr | φοβηθηναι] pr ωστε Qmg 40 αιωνιον U+05D0AQ ουτων 1⁰] + ?? ωστε αγαθοποιει| με αυτους Qᵐᵍ 41 επισκεψομαι] + αντους U+05D0Q του αγα- θωσαι] om του U+05D0Q καρδια] pr αληθια U+05D0* (mox improb) + μου Q | ψυχη] + μου AQ 42 Κυριος] incep π U+05D0* επαξω] επαγω AQᵃ ελαλησα] pr εγω Q 43 η] ην A εσται] εστιν U+05D0Q ανθρωπων] ανθρωπου U+05D0 ανου AQ Χαλδεω| U+05D0 44 βιβλιον] pr εις Q Βενιαμιν U+05D0 )

319
κύκλῳ τῆς Ἰερουσαλὴμ καὶ ἐν πόλεσιν Ἰούδα καὶ ἐν πόλεσιν τοῦ [*](B) ὄρους τῆς σεφηλὰ καὶ ἐν πόλεσιν τῆς νάγεβ, ὅτι ἀποστρέψω τὰς ἀποικίας αὐτῶν.

Καὶ ἐγενετο λόγος Κυρίου πρὸς Ἰερεμίαν δεύτερον, καὶ αὐτὸς ἦν ἔτι δεδεμένος ἐν τῇ αὐλῇ τῆς φυλακῆς, λέγων

Οὕτως εἶπεν Κύριος, ποιῶν γῆν καὶ πλάσσων αὐτὴν τοῦ ἀνορθῶσαι αὐτήν, Κύριος ὄνομα αὐτῷ

Κέκραξον πρὸς μέ καὶ ἀποκριθήσομαί σοι, καὶ ἀπαγγελῶ σοι μεγάλα καὶ ἰσχυρὰ ἃ οὐκ ἔγνως αὐτά.

ὅτι οὕτως εἶπεν Κύριος περὶ οἴκων τῆς πόλεως ταύτης καὶ περὶ οἴκων βασιλέως Ἰούδα τῶν καθῃρημένων εἰς χάρακας καὶ προμαχῶνας,

τοῦ μάχεσθαι πρὸς τοὺς Χαλδαίους καὶ πληρῶσαι αὐτὴν τῶν νεκρῶν τῶν ἀνθρώπων οὓς ἐπάταξα ἐν ὀργῇ μου καὶ ἐν θυμῷ μου, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπʼ αὐτῶν περὶ πασῶν τῶν πονηριῶν αὐτῶυ

Ἰδοὺ ἐγὼ ἀνάγω αὐτῇ συνούλωσιν καὶ ἴαμα, καὶ φανερώσω αὐτοῖς καὶ ἰατρεύσω αὐτήν, καὶ εἰρήνην καὶ πίστιν·

καὶ ἐπιστρέψω τὴν ἀποικίαν Ἰούδα καὶ τὴν ἀποικίαν Ἰσραὴλ, καὶ οἰκοδομήσω αὐτοὺς καθὼς καὶ τὸ πρότερον,

καὶ καθαριῶ αὐτοὺς ἀπὸ πασῶν τῶν ἀδικιῶν αὐτῶν ὧν ἡμάρτοσάν μοι, καὶ οὐ μὴ μνησθήσομαι ἁμαρτιῶν αὐτῶν ὧν ἥμαρτόν μοι καὶ ἀπέστησαν [*](44 κυκλω] κρυψω U+05D0* (κυκλω U+05D0c.a) κυκλοθεν A της Ιερουσαλημ] om της U+05D0AQ U+05D0AQ πολεσι bis Qᵃ σεφηλα] pr και εν πολεσιν (-σι Qᵃ) U+05D0AQ XL 1 δευτερον] εκ δευτερου AQ ην ετι] ετι ην A 2 ποιων] + σ΄ εις το επιτελεσαι αυτο Qmg αυτην 1⁰] η sup ras Aᵃ? (αυτων A* ᵛⁱᵈ) 3 απαγ- γελω] αναγγελω A αυτα] αυται U+05D0 4 Κυριος] + ο θς Ισλ (Ιηλ AQ) U+05D0AQ σικων 1⁰] οικιας U+05D0c.aA οικιων Q pr ?? των Qmg om της πολεως ταυ- της και περι σικων U+05D0*c.b ᵛiᵈ (hab U+05D0c.a ᵐᵍ inf) σικων 2⁰] οικιας Q ?? των οικιων Qmg καθηρημενων] καθειρημενων U+05D0 καθημενων A χαρακα Q προμαχωνας] + σ΄ ?? των ερχομενων Qmᵍ 5 Καλδεους U+05D0 | πληρωσαι] pr ?? του Q ᵐᵍ των νεκρων] om των AQ* (hab των sub ?? Qmg) επαταξε| A om εν 1⁰ A οργη] pr ?? τη Qmg θυμω] pr τω U+05D0 et (sub ??) Qmg πονηρων Q* (πονη- ριων Qᵃ) 6 αναγω] επαγω A αυτη] επ αυτους A συνωλουσιν A ιαμα] και ιατρευσω αυτην (αυτους U+05D0c.ᵃ) κεν ιρηνη (improb κεν ιρ. U+05D0?) U+05D0 φανερωσω αυτοις κ. ιατρευσω αυτην] ιατρευσω αυτην (αυτους U+05D0c.a) κεν ιρηνη (improb κεν ιρ, U+05D0?) και φανερωσω αυτοις εισακουειν κ. ιατρευσω αυτην (αυτους U+05D0c.a) U+05D0 ιατρευσω αυτους και φανερωσω (φανεροι A) αυτοις εισακουειν και ιατρευσω αυτους AQ ειρηνην (-νη U+05D0*)] pr και ποιησω αυτοις U+05D0c.aAQ 7 επιστρεψω] αποστρεψω U+05D0* (ε pro α U+05D0c.a) A om την αποικιαν Ιουδα και Q* (hab Qmg) Ισραηλ] Ιλημ U+05D0c.aQ καθως και] ως A ως και Q* (καθως και Qmᵍ) 8 ημαρτοσαν] ημαρτον AQ μνησθησομαι] μνησθω U+05D0 | αμαρτιων] pr ?? των Qmg ημαρτον] ημαρτοσαν U+05D0 | μοι 2⁰] μου A )

320
[*](B) ἀπʼ ἐμοῦ.

καὶ ἔσται εἰς εὐφροσύνην καὶ αἴνεσιν καὶ εἰς μεγαλειότητα παντὶ τῷ λαῷ τῆς γῆς οἵτινες ἀκούσονται πάντα τὰ ἀγαθὰ ἃ ἐγὼ ποιήσω, καὶ φοβηθήσονται καὶ πικρανθήσονται περὶ πάντων τῶν ἀγαθῶν καὶ περὶ πάσης τῆς εἰρήνης ἧς ἐγὼ ποιήσω αὐτοῖς.

οὕτως εἶπεν Κύριος Ἔτι ἀκουσθήσεται ἐν τῷ τόπῳ τούτῳ ᾧ ὑμεῖς λέγετε Ἔρημός ἐστιν ἀπὸ ἀνθρώπων καὶ κτηνῶν, ἐν πόλεσιν Ἰούδα καὶ ἔξωθεν Ἰερουσαλὴμ ταῖς ἠρημωμέναις παρὰ τὸ μὴ εἶναι ἄνθρωπον καὶ κτήνη,

φωνὴ εὐφροσύνης καὶ φωνὴ χαρμοσύνης, φωνὴ νυμφίου καὶ φωνὴ νύμφης, φωνὴ λεγόντων Ἐξομολογεῖσθε Κυρίῳ Παντοκράτορι, ὅτι χρηστὸς Κύριος, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· καὶ εἰσοίσουσιν δῶρα εἰς οἶκον Κυρίου, ὅτι ἀποστρέψω πᾶσαν τὴν ἀποικίαν τῆς γῆς ἐκείνης κατὰ τὸ πρότερον, εἶπεν Κύριος.

οὕτως εἶπεν Κύριος τῶν δυνάμεων ὅτι Ἔσται ἐν τῷ τόπῳ τούτῳ τῷ ἐρήμῳ παρὰ τὸ μὴ εἶναι ἄνθραωπον καὶ κτῆνος, ἐν πάσαις ταῖς πόλεσιν αὐτοῦ καταλύματα ποιμένων κοιταζόντων πρόβατα,

ἐν πόλεσιν τῆς ὀρινῆς καὶ ἐν πόλεσιν τῆς σεφηλὰ καὶ ἐν πόλεσιν τῆς νάγεβ καὶ ἐν γῇ Βενιαμεὶν καὶ ἐν ταῖς κύκλῳ Ἰερουσαλὴμ καὶ ἐν πόλεσιν Ἰούδα, ἔτι παρελεύσεται πρόβατα ἐπὶ χεῖρα ἀριθμοῦντος, εἶπεν Κύριος.