Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἀπὸ τούτου σωθήσεται. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εἶπεν Κύριος, συντρίψω τὸν ζυγὸν ἀπὸ τοῦ τραχήλου αὐτῶν καὶ τοὺς δεσμοὺς αὐτῶν διαρρήξω, καὶ οὐκ ἐργῶνται αὐτοὶ ἀλλοτρίοις,

καὶ ἐργῶνται τῷ κυρίῳ θεῷ οὐτῶν, καὶ τὸν Δαυεὶδ βασιλέα αὐτῶν ἀναστήσω αὐτοῖς.

Οὕτως εἶπεν Κύριος Ἀνέστησα σύντριμμα, ἀλγηρὰ ἡ πληγή σου,

οὐκ ἔστιν κρίνων κρίσιν σου, εἰς ἀλγηρὸν ἰατρεύθης, ὠφελία σοι οὐκ ἔστιν.

πάντες οἱ φίλοι σου ἐπελάθοντό σου, οὐ μὴ ἐπερωτήσουσιν· ὅτι πληγὴν ἐχθροῦ ἔπαισά σε, παιδείαν στερεάν, ἐπὶ πᾶσαν ἀδικίαν [*](XXXXVII 1 γεναμενος A 2 γραψον] + παντες ?? σεαυτω Qmg U+05D0AQ εχρηματισα (-σαν Q*)] pr εγω A + εγω Qᵐᵍ 3 αποστρψω (1°) U+05D0*ᵛiᵈ | Κυριος 2⁰] + παντοκρατωρ U+05D0A A κυριευσωσιν Q* 5 φοβου] + αυτου U+05D0 ¦ ακουσασθαι A 6 ετεκε Q αρσεν] σ΄ αρσης Qmg καθεξουσιν] κατα- ξουσι| U+05D0* (θε superscr U+05D0c.a(?)) εορακα Q* ᵛⁱᵈ οσφυος αυτου] + παντες ?? ως γυναικος τικτουσης Qmᵍ 7 χρονος] pr ο U+05D0 στενος] στερος U+05D0*ᵛid ¦ εστιν 2°] εστι BᵇU+05D0 om Q 8 Κυριος] + παντες ?? των δυναμεω| Qᵐᵍ τον ζυγον] om τον U+05D0AQ | του τραχηλου] om του U+05D0AQ διαρηξω U+05D0* (διαρρ. U+05D0?) αυτοι] + ετι BᵃᵇU+05D0 AQ αλλοτριοις] pr εν A 9 βασιλεα] pr τον A αναστητω U+05D0* (-σω U+05D0c.a(?)) αυτοις] + θ΄ ?? (10) συ δε μη φοβου παις μου Ιακωβ λεγει κς μηδε δειλιασης Ιηλ οτι ιδου εγω σωζω σε μακροθεν κ το σπερμα σου απο της αιχμαλωσιας ουτων κ, επιστρεψ ει Ιακωβ κ ησ υχασει κ ευπαθησει κ ουκ εσται ο εκφοβων (11) οτι μετα σου ειμι φησι κς του σωζειν σε οτι ποιησω εις λειφ ιν εν πασι τοις εθνεσιν εις ους διεσκορπισα εκει κ παιδευσω σε εις κρισιν κ αθοων ουκ αθοωσω σε Qmᵍ 12 ειπεν] λεγει A ανεστησαν U+05D0* συντριμμα] + σου A 13 ωφελεια Q ουκ εστιν σοι U+05D0AQ 14 επελαθε| το U+05D0 | επερωτησουσιν (-σι U+05D0* -σιν Bᵃb)] + ?? τα εις ειρηνην σου Qᵐᵍ παιδιαν U+05D0 (πεδ. U+05D0*) A)

310
[*](B) σου ἐπλήθυναν αἱ ἁμαρτίαι σου.

διὰ τοῦτο πάντες οἱ ἔσθοντές σε βρωθήσονται, καὶ πάντες οἱ ἐχθροί σου κρέας αὐτῶν πᾶν ἔδονται· ἐπὶ πλῆθος ἀδικιῶν σου ἐπληθύνθησαν αἱ ἁμαρτίαι σου, ἐποίησαν ταῦτά σοι· καὶ ἔσονται οἱ διαφοροῦντές σε εἰς διαφόρημα, καὶ πάντας τοὺς προνομεύοντάς σε δώσω εἰς προνομήν.

ὅτι ἀνάξω τὸ ἴαμά σου, ἀπὸ πληγῆς ὀδυνηρᾶς ἰατρεύσω σε, φησὶν Κύριος· ὅτι ἐσπαρμένη ἐκλήθης· θήρευμα ὑμῶν ἐστίν, ὅτι ζητῶν οὐκ ἔστιν αὐτήν.

οὕτως εἶπεν Κύριος Ἰδοὺ ἐγὼ ἀποστρέψω τὴν ἀποικίαν Ἰακώβ, καὶ αἰχμαλωσίαν αὐτοῦ ἐλεήσω· καὶ οἰκοδομηθήσεται πόλις ἐπὶ τὸ ὕψος αὐτῆς, καὶ ὁ λαὸς κατὰ τὸ κρίμα αὐτοῦ καθεδεῖται.

καὶ ἐξελεύσονται ἀπʼ αὐτῶν ἄδοντες, φωνὴ παιζόντων· καὶ πλεονάσω αὐτούς, καὶ οὐ μὴ ἐλαττωθῶσιν.

καὶ εἰσελεύσονται οἱ υἱοὶ αὐτῶν ὡς τὸ πρότερον, καὶ τὰ μαρτύρια αὐτῶν κατὰ πρόσωπόν μου ὀρθωωθήσεται· καὶ ἐπισκέψομαι τοὺς θλίβοντας αὐτούς,

καὶ ἔσονται ἰσχυρότεροι αὐτοῦ ἐπʼ αὐτούς, καὶ ὁ ἄρχων αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται· καὶ συνάξω αὐτοὺς καὶ ἀποστρέψουσιν πρὸς μέ, ὅτι τίς ἐστιν οὗτος ὃς ἔδωκεν τὴν καρδίαν αὐτοῦ ἀποστρέψαι πρὸς μέ, φησὶν Κύριος;

ὅτι ὀργὴ Κυρίου ἐξῆλθεν θυμώδης, ἐξῆλθεν ὀργὴ στρεφομένη, ἐπʼ ἀσεβεῖς ἤξει.

οὐ μὴ ἀποστραφῇ ὀργὴ θυμοῦ Κυρίου ἕως ποιήσῃ, καὶ ἕως καταστήσῃ ἐγχείρημα καρδίας αὐτοῦ· ἐπʼ ἐσχάτων τῶν ἡμερῶν γνώσεσθε αὐτά.

(24)Ἐν τῷ χρόνῳ ἐκείνῳ, εἶπεν Κύριος, ἔσομαι εἰς θεὸν τῷ γένει [*](U+05D0AQ)[*](14 επληθυναν] επληθυνθησαν Q αμαρτιαι σου] + α΄θ΄ ?? (15) τι βοας επι το συντριμμα σου βιαιον το αλγος σου δια πληθος ανομιας σου ισχυσα| αι αμαρ- τιαι σου Qᵐᵍ 16 εσθοντες σε] εχθροι σου αδικιων (-κειων B)] δικαιων U+05D0 αδικιας A διαφορουντες] βια φοβουντες U+05D0* (διαφορ. U+05D0c.a(?)) | βια φορημα U+05D0* (διαφ. U+05D0c.a(?)) παντας τους προνομευοντας (-τες B)] παντες οι προνομευοντες U+05D0 | δωσω] δοθησονται U+05D0 17 ιαμα] ιματιον A | εσπραρ- μενη U+05D0* εκληθης] + παντες ?? Σιων Qmg αυτην] αυτη U+05D0viᵈ 18 απο- στρεψω] αποστρεφω ?? (αποτρ. U+05D0*) ) την αποικιαν] om την U+05D0 τ. αιχμα- λωσιαν A + α΄θ΄ ?? σκηνωματων Qmg αιχμαλωσιαν] την αποικιαν A την αιχμ. Q το υψος] τειχος A λαος] ναος Qᵃ 19 αδοντες] εδοντες U+05D0*ᵛⁱᵈ (αδ. U+05D0c.a(?)) φωνη (-νην U+05D0*)] pr και U+05D0AQ ελαττωθωσιν] ελαττονωθωσιν U+05D0 + θ΄ ?? κ χεω αυτους κ ου μη σμικρυ θωσιν Qmᵍ 20 ουτων 1⁰] αυτου AQ | το προτερον] om το A (superscr Aᵃ) ουτων 2⁰] + ως το απ αρχης A | επι- σκεψομαι] + ?? επι παντας Qmᵍ 21 αυτου 1⁰] ουτων AQ αποστρεψ ουσιν (-σι A)] επιστρεψουσιν Q αποστρεψαι] επιστρεψαι AQ προς με (2⁰)] + σ΄θ΄ ?? φησιν κς (22) κ εσεσθε μοι εις λαον κ εγω εσομαι υμιν εις θν Qmg | φησιν] λεγει Q 23 εξηλθεν 2⁰] επηλθεν U+05D0 | επ] επι Q 24 προιηση U+05D0* (ποιησ. U+05D0?) om και εως καταστηση U+05D0* (hab U+05D0c.a(?)) mᵍ sup) ενχειρημα U+05D0Α | εσχατων] εσχατω U+05D0viᵈ εσχατου AQ γνωσεσθε] επιγνωσεσθε U+05D0 XXXVIII 1 χρονω] καιρω Q εσομαι] pr και A)

311
Ἰσραήλ, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν.

οὕτως εἶπεν Κύριος [*](B) Εὗρον θερμὸν ἐν ἐρήμῳ μετὰ ὀλωλότων ἐν μαχαίρᾳ· βαδίσατε καὶ μὴ ὀλέσητε τὸν Ἰσραήλ.

Κύριος πόρρωθεν ὤφθη αὐτῷ. Ἀγάπησιν αἰώνιον ἠγάπησά σε, διὰ τοῦτο εἵλκυσά σε εἰς οἰκτείρημα.

ὅτι οἰκοδομήσω σε, καὶ οἰκοδομηθήσῃ παρθένος Ἰσραήλ· ἐπιλήμψει τύμπανόν σου καὶ ἐξελεύσῃ μετὰ συναγωγῆς παιζόντων.