Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἐρεῖς αὐτοῖς Οὕτως εἶπεν Κύριος Παντοκράτωρ [*](B) Πίετε, μεθύσθητε, καὶ ἐξεμέσετε καὶ πεσεῖσθε, καὶ οὐ μὴ ἀναστῆτε ἀπὸ προσώπου τῆς μαχαίρας ἧς ἐγὼ ἀποστέλλω ἀνὰ μέσον ὑμῶν.

καὶ ἔσται ὅταν μὴ βούλωνται δέξασθαι τὸ ποτήριον ἐκ τῆς χειρός σου ὥστε πιεῖν, καὶ ἐρεῖς Οὕτως εἶπεν Κύριος Πιόντες πίεσθε,

ὅτι ἐν πόλει ἐν ᾗ ὠνομάσθη τὸ ὄνομά μου ἐπʼ αὐτὴν ἐγὼ ἄρχομαι κακῶσαι, καὶ ὑμεῖς καθάρσει οὐ μὴ καθαρισθῆτε, ὅτι μάχαιραν ἐγὼ καλῶ ἐπὶ τοὺς καθημένους ἐπὶ τῆς γῆς.

καὶ σὺ προφητεύσεις ἐπʼ αὐτοὺς τοὺς λόγους τούτους, καὶ ἐρεῖς Κύριος ἀφʼ ὑψηλοῦ χρηματιεῖ, ἀπὸ τοῦ ἁγίου αὐτοῦ δώσει φωνὴν αὐτοῦ, λόγον χρηματιεῖ ἐπὶ τοῦ τόπου αὐτοῦ, καὶ οἵδε ὥσπερ τρυγῶντες ἀποκριθήσονται. καὶ ἐπὶ καθημένους τὴν γῆν ἤκει ὄλεθρος,

ἐπὶ μέρος τῆς γῆς. ὅτι κρίσις τῷ κυρίῳ ἐν τοῖς ἔθνεσιν· κρίνεται αὐτὸς πρὸς πᾶσαν σάρκα, οἱ δέ ἀσεβεῖς ἐδόθησαν εἰς μάχαιραν, λέγει Κύριος.

Οὕτως εἶπεν Κύριος Ἰδοὺ κακὰ ἔρχεται ἀπὸ ἔθνους ἐπὶ ἔθνος, καὶ λαῖλαψ μεγάλη ἐκπορεύεται ἀπʼ ἐσχάτου τῆς γῆς,

καὶ ἔσονται τραυματίαι ὑπὸ Κυρίου ἐν ἡμέρᾳ Κυρίου ἐκ μέρους τῆς γῆς καὶ ἕως εἰς μέρος τῆς γῆς· οὐ μὴ κατορυγῶσιν, εἰς κόπρια ἐπὶ προσώπου τῆς γῆς ἔσονται.

ἀλαλάξατε, ποιμένες, καὶ κεκράξατε καὶ κόπτεσθε, οἱ κριοὶ τῶν προβάτων, ὅτι ἐπληρώθησαν αἱ ἡμέραι ὑμῶν εἰς σφαγήν, καὶ πεσεῖσθε ὥσπερ οἱ κριοὶ οἱ ἐκλεκτοί

καὶ ἀπολεῖται φυγὴ ἀπὸ [*](12 προσωπον Q της γης] pr πασης U+05D0 + ?? κ βασιλευς Σησαχ πιεται U+05D0AQ εσχατος αυτω| Qᵐᵍ 13 παντοκρατωρ] + ο θς Ιηλ Q μεθυσθητε] pr και U+05D0AQ εξεμεσατε U+05D0AQ (εξαιμ. Qᵃ) ανα μεσον] απο προσωπου U+05D0* (ανα μ. U+05D0c.a (?)) 14 om σου A* ᵛiᵈ (ρος σου sup ras Aᵃ) Κυριος] + ?? των δυναμεω| ο θς Ιηλ Qᵐᵍ 15 οτι 1°] + ?? ιδου Qmg εν 2⁰] εφ AQ ωνο- μασθην U+05D0* αυτην] αυτης A αρχομαι] ερχομαι A καθαρσει] καθαρισμω Q + α΄σ΄θ΄ ?? καθαρισθησεσθαι Qmᵍ καλω] καλεσω A τους καθημενους] pr παντας Q 16 om επ αυτους A τους λογους] pr παντας Q |τουτους] + επ αυτους Aa? (ᵐᵍ) ερεις] + αυτοις A αφ] εφ U+05D0 | επι 1⁰] απο A |του τοπου] ras 1 lit post του et οπ sup ras Aa αυτου 3⁰] τουτου A | ωσπερ] ως Q* superscr περ Qb(vid) τρυγωντες] τρυγωτες A τρυγοντες Qᵐᵍ ᵛⁱᵈ adnot οι ληνοβατουντες Qmg καθημενους] pr παντας τους A pr τους Q την γην] pr επι AQ ηκει] εκει A 17 μερους U+05D0* (μερος U+05D0?) αυτους U+05D0 | σαρκαν U+05D0* 18 Κυριος] + α΄σ΄θ΄ ?? των δυναμεων Qᵐᵍ επι] εις U+05D0AQ εθνος] εθνους U+05D0*A* 19 μερους] μερος A* (-ρους Aᵃ?) om και εως εις μερος της γης U+05D0* (hab U+05D0c.a (?) ᵐᵍ) γης 2⁰] α΄θ΄ ?? κ ου μη κοπτωσιν ουδ ου μη συναχθωσιν Qmᵍ κατορυγωσιν] κατορυξωσιν A 20 ποιμενες] pr ?? οι Qmg | κεκραξετε (-ξεται U+05D0* -ξασαι U+05D0c.a (?)) U+05D0*A κοψασθε Q υμων] ημων A εισφαγην U+05D0*A σφαγην] + ά σ΄ θ΄ ?? κ οι σκορπισμοι υμων Qmᵍ πεσεισθαι (εσεισθαι sup ras) Aᵃ 21 απολειται] απολισθοι U+05D0* (-λεισθαι U+05D0?))

300
[*]() τῶν ποιμένων, καὶ σωτηρία ἀπὸ τῶν κριῶν τῶν προβάτων.

φωνὴ κραυγῆς τῶν ποιμένων, καὶ ἀλαλαγμὸς τῶν προβάτων καὶ τῶν κριῶν, ὅτι ὠλέθρευσεν Κύριος τὰ βοσκήματα αὐτῶν,

καὶ παύσεται τὰ κατάλοιπα τῆς εἰρήνης ἀπὸ προσώπου ἀργῆς θυμοῦ μου.

ἐνκατέλιπεν ὥσπερ λέων κατάλυμα αὐτοῦ, ὅτι ἐγενήθη ἡ γῆ αὐτῶν εἰς ἄβατον ἀπὸ προσώπου τῆς μαχαίρας τῆς μεγάλης.

Ἐν ἀρχῇ βασιλέως Ἰωακεὶμ υἱοῦ Ἰωσεία ἐγενήθη ὁ λόγος οὗτος παρὰ Κυρίου.

Οὕτως εἶπεν Κύριος Στῆθι ἐν αὐλῇ οἴκου Κυρίου, καὶ χρηματιεῖς ἅπασι τοῖς Ἰουδαίοις καὶ πᾶσι τοῖς ἐρχομένοις προσκυνεῖν ἐν οἴκῳ Κυρίου ἅπαντας τοὺς λόγους οὓς συνέταξά σοι αὐτοῖς χρηματίσαι, μὴ ἀφέλῃς ῥῆμα.

ἵσως ἀκούσονται καὶ ἀποστραφήσονται ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ παύσομαι ἀπὸ τῶν κακῶν ὧν ἐγὼ λογίζομαι τοῦ ποιῆσαι αὐτοῖς ἕνεκεν τῶν πονηρῶν ἐπιτηδευμάτων αὐτῶν.

καὶ ἐρεῖς Οὕτως εἶπεν Κύριος Ἐὰν μὴ ἀκούσητέ μου τοῦ πορεύεσθαι ἐν τοῖς νομίμοις μου οἷς ἔδωκα κατὰ πρόσωπον ὑμῶν,

εἰσακούειν τῶν λόγων τῶν παίδων μου τῶν προφητῶν οὓς ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς ὄρθρου, καὶ ἀπέστειλα καὶ οὐκ ἠκούσατέ μου·

καὶ δώσω τὸν οἶκον τοῦτον ὥσπερ Σηλώ, καὶ τὴν πόλιν δώσω εἰς κατάραν πᾶσιν τοῖς ἔθνεσιν πάσης τῆς γῆς.