Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

πλὴν γνῶθι τὴν ἀδικίαν [*](B) σου, ὅτι εἰς Κύριον τὸν θεόν σου ἠσέβησας, καὶ διέχεας τὰς ὁδοὺς σου εἰς ἀλλοτρίους ὑποκάτω παντὸς ξύλου ἀλσώδους, τῆς δὲ φωνῆς μου οὐχ ὑπήκουσας, λέγει Κύριος.

ἐπιστράφητε, υἱοὶ ἀφεστηκότες, λέγει Κύριος, διότι ἐγὼ κατακυριεύσω ὑμῶν, καὶ λήμψομαι ὑμᾶς ἕνα ἐκ πόλεως καὶ δύο ἐκ πατριᾶς καὶ εἰσάξω ὑμᾶς εἰς Σειών,

καὶ δώσω ὑμῖν ποιμένας κατὰ τὴν καρδίαν μου, καὶ ποιμανοῦσιν ὑμᾶς ποιμαίνοντες μετʼ ἐπιστήμης.

καὶ ἔσται ἐὰν πληθυνθῆτε καὶ αὐξηθῆτε ἐπὶ τῆς γῆς ἐν ταῖς ἡμέραις ἐκείναις, λέγει Κύριος, οὐκ ἐροῦσιν ἔτι Κιβωτὸς διαθήκης Ἀγίου Ἰσραήλ, οὐκ ἀναβήσεται ἐπὶ καρδίαν, οὐκ ὀνομασθήσεται οὐδὲ ἐπισκεφθήσεται καὶ οὐ ποιηθήσεται ἔτι

ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ καλέσουσιν τὴν Ἰερουσαλήμ Θρόνος Κυρίου, καὶ συναχθήσονται πάντα τὰ ἔθνη εἰς αὐτήν, καὶ οὐ πορεύσονται ἔτι ὀπίσω τῶν ἐνθυμημάτων τῆς καρδίας αὐτῶν τῆς πονηρᾶς.

ἐν ταῖς ἡμέραις ἐκείναις συνελεύσονται οἶκος Ἰούδα ἐπὶ τὸν οἶκον τοῦ Ἰσραήλ, καὶ ἥξουσιν ἐπὶ τὸ αὐτὸ ἀπὸ γῆς βορρᾶ καὶ ἀπὸ πασῶν τῶν χωρῶν ἐπὶ τὴν γῆν ἣν κατεκληρονόμησα τοὺς πατέρας αὐτῶν.

καὶ ἐγὼ εἶπα Γένοιτο, Κύριε· ὅτι τάξω σε εἰς ἔθνη, καὶ δώσω σοι γῆν ἐκλεκτὴν κληρονομίαν θεοῦ Παντοκράτορος ἐθνῶν· καὶ εἶπα Πατέρα καλέσετέ με, καὶ ἀπʼ ἐμοῦ οὐκ ἀποστραφήσεσθε.

πλὴν ὡς ἀθετεῖ γυνὴ εἰς τὸν συνόντα αὐτῇ, οὕτως ἡθέ. τησεν εἰς ἐμέ οἶκος Ἰσραήλ, λέγει Κύριος.

φωνὴ ἐκ χειλέων ἠκούσθη κλαυθμοῦ καὶ δεήσεως υἱῶν Ἰσραήλ, ὅτι ἠδίκησαν ἐν ταῖς ὁδοῖς αὐτῶν, ἐπελάθοντο θεοῦ Ἁγἰου αὐτῶν.

ἐπιστράφητε, υἱοὶ ἐπίστρέφοντες, [*](12 μηνιω] + ἔτι U+05D0 | αιωναν A (-να. U+05D01(vid)) 13 υπηκουσαs] ηκουσας A U+05D0AQ 14 επιστραφητες U+05D0* (-ται U+05D0c.a,c.b) | εγω] pr ιδου A ληψομαι Q εισ|αξω U+05D0* ει|σαξ. B? | υμας 2°] pr εις Q* Σιων BᵇU+05D0AQ 15 ποιμαινοντες] ποι- μαινες A 16 γης] + φησι κς Q + λεγει [κς] Qmg αγιου] κυ Qmg α|ββη- σεται U+05D0* (αναβ. U+05D0c.a) καρδιαν] + αυτων Q ουκ 3°] και ουκ A ουδε Q | επι- σκεφησεται U+05D0* (-σκεηφθ, U+05D0iam ante c.a) 17 εις αυτην πανια τα εθνη AQ εθνη] + α΄θ΄ ?? τω ονοματι κυ εις Ιερουσαλημ Qmg om ετι U+05D0* (hab U+05D0c.c) | ενθυμηματων] επιθυμ. A 18 εν] pr και A συνελευσεται A Ιουδα] Ιηλ A του Ισραηλ] om του A) Ιουδα A βορραν U+05D0* om και 2° A | χρων A* (χωρ. A¹) κατεκληρονομησε U+05D0* (-σα U+05D0c.c) σαν A τους πατερας] οι πατερες A 19 και εγω] καγω Q εθνη] τεκνα U+05D0AQ γην] την U+05D0* (γ. U+05D0c.c(vid) κληρονομιαν] + α΄θ΄ ?? ονομαστην Qmg om εθνων Q ειπα 2°] ειπατε U+05D0*c.a ει U+05D0c.bAQ (α΄θ΄σ΄ ?? [ει]πα Qmg) πατερα καλεσετε] παρακαλε- σατε U+05D0* πατερα καλεσατε U+05D0c.a,c.b παι. επικαλεισθε Q αποστραφηση U+05D0Q 20 ηθετησαν U+05D0 | εις εμε] ει με A* (εις εμ. Aᵃ?) λεγει κς οικος Ιηλ A | οικος] pr o Q 21 φωναι A επελαθεντο Β*U+05D0 (-θοντο ΒbAQ) | θεον] pr α΄ ?? του)

230
[*](B) καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν. ἰδοὺ δοῦλοι ἡμεῖς ἐσόμεθά σοι, ὅτι σὺ Κύριος ὁ θεὸς ἡμῶν εἶ

ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ καὶ ἡ δύναμις τῶν ὀρέων, πλὴν διὰ Κυρίου θεοῦ ἡμῶν ἡ σωτηρία τοῦ Ἰσραήλ.