Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ εἶπεν Κύριος πρὸς μέ Ἐδικαίωσεν τὴν ψυχὴν αὐτοῦ Ἰσραὴλ ἀπὸ τῆς ἀσυνθέτου Ἰουδά.

πορεύου καὶ ἀνάγνωθι τοὺς λόγους τούτους πρὸς βορρᾶν, καὶ ἐρεῖς Ἐπιστράφητι πρὸς μέ, ἡ κατοικία τοῦ Ἰσραήλ, λέγει Κύριος, καὶ οὐ στηριῶ τὸ πρόσωπόν μου ἐφʼ ὑμᾶς· ὅτι ἐλεήμων ἐγὼ εἰμι, λέγει [*](U+05D0AQ)[*](2 σου 1°] + λεγει κς A | οδοις] + αις A | om αυτοις Q* (hab Qmg) | κορωνη] α΄ Αραψ Qmg | ηρημωμενη AQ | πορνειαις BᵃᵇQ | om και εν ταις κακιαις σου A 3 om και εσχες ποιμενας U+05D0* (hab U+05D0iam ante c.a) | οψις (-ψεις Q*)] + α΄σ΄θ΄ ?? γυναικος Qmg 4 παρθενειας AQ 5 αιωναν U+05D0* | διαφυλαχθησεται U+05D0AQ | om και εποιησας U+05D0 6 ταις] ται U+05D0 | Ιωσιον ΒᵇQ Ιωσια U+05D0A | om του βασιλεως A | βασιλεως] incep ν U+05D0*vid (β sup ras U+05D01) | ιδες U+05D0AQ | κατοικεια AQ*: item 8 επορευθη Qᵃ + σ΄ ?? εαυτη Qmg | επορνευσαν] επορνευσεν A*vid (α sup ras Aᵃ) Q 7 πανια ταυτα A | om και ουκ ανεστρεψεν Q* (hab Qmg) | ανεστρεφεν (-στρψ. U+05D0 sic)] ε 3° sup ras Aa | ιδεν AQ | ασυνθεσιαν] α θε- σιανU+05D0 8 ιδον (1°) AQ* ιδεν Qᵃ adnot Ωρ. (? ωρ.) Qmg | om διοτι U+05D0* (hab U+05D0c.a) | om ων 1°...παντων (2°) Bᵃᵇ (adnot ου κ΄ π΄ εβρ΄ Bᵃ non inst Bᵇ) U+05D0AQ | κατελημφη U+05D0* (-φθη U+05D0c.c) κατελειφθη Qa | μοιχατο U+05D0* (εμοιχ. U+05D0c.a) | αυτην] αυτη| U+05D0 | Ιουδα] + α΄σ΄ ?? η αδελφη αυτης Qmg 9 πορνια U+05D0 | αυτης] + α΄θ΄ ?? ӄ εφονοκτονει την γη Qmg | τον λιθον και το ξυλον 10 πασι U+05D0Q | επεστραφη (-στρφ. U+05D0* -στραφ. U+05D0c.b(vid)] απεστραφη A | ασυνθετος] + α΄θ΄ ?? η αδελφη αυτης Q | αυτης] ης sup ras Aa | ψευδει] + α΄σ΄θ΄ φησι κς Qᵐᵍ 11 αυτου] αυτης U+05D0Q 12 πορευου] πορευθητι A | αναγνωθι] αναγνω|σον A | βορρα A | επιστραφηθι Bᵃᵇ | κατοικεια A | ου 1°] + μη Q | στηριω (στερ. U+05D0* στηρ. U+05D0c.a,c.b)] στηρισω Q | ελεημων] ελεων A)

229
Κύριος, καὶ οὐ μηνιῶ ὑμῖν εἰς τὸν αἰῶνα.

πλὴν γνῶθι τὴν ἀδικίαν [*](B) σου, ὅτι εἰς Κύριον τὸν θεόν σου ἠσέβησας, καὶ διέχεας τὰς ὁδοὺς σου εἰς ἀλλοτρίους ὑποκάτω παντὸς ξύλου ἀλσώδους, τῆς δὲ φωνῆς μου οὐχ ὑπήκουσας, λέγει Κύριος.

ἐπιστράφητε, υἱοὶ ἀφεστηκότες, λέγει Κύριος, διότι ἐγὼ κατακυριεύσω ὑμῶν, καὶ λήμψομαι ὑμᾶς ἕνα ἐκ πόλεως καὶ δύο ἐκ πατριᾶς καὶ εἰσάξω ὑμᾶς εἰς Σειών,

καὶ δώσω ὑμῖν ποιμένας κατὰ τὴν καρδίαν μου, καὶ ποιμανοῦσιν ὑμᾶς ποιμαίνοντες μετʼ ἐπιστήμης.