Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἐρεῖς Οὕτως καταδύσεται Βαβυλών, καὶ οὐ μὴ ἀναστῇ ἀπὸ προσώπου τῶν Χαλδαίων ὧν ἐγὼ ἐπάγω ἐπʼ αὐτήν.

[*](56 ο θεος] om ο U+05D0* (superscr U+05D0?) | ανταποδιδωσιν] ανταποδιδων U+05D0c.a ᵐᵍ inf | U+05D0AQ om αυτοις U+05D0* (hab U+05D0c.ᵃ) Qᵃ 57 Κυριος ανταποδιδωσιν] om U+05D0* (hab U+05D0c.a) pr αυτος Qa | ανταποδιδωσιν] + αυτη την ανταποδοσῑ| AQ | μεθυσει] μεθυι U+05D0* (-θυσι U+05D0?) | ηγεμονας] ηγουμενους Q | αυτης 2°] + θ΄ ?? ӄ τους ηγουμενους αυτης (pro ηγ. γ΄ αρχοντας) Qmg | om και τους στρατηγους αυτης A | αυτης 3°] + α΄θ΄ ?? ӄ δυνατους αυτης υπνωσουσῑ| υπνον αιωνιον ӄ ου μη εξεγερθωσῑ| Qᵐᵍ 58 Κυριος] + ?? των δυναμεω| Qmg | κατακαπτομενον U+05D0* (κατασκ. U+05D0?) | ενπυρισθησονται (εμπ. Bᵃ?ᵇAQ)] pr εν πυρι Q (sub ?? Qmg) | κοπιασουσι Qa 59 Κυριος] pr ο U+05D0* (postea ras) προφητω U+05D0* | Σαιραια A*fort (ras 1 lit post α 1° A?) om υιω Νηρειου U+05D0* | υιω 1°] υιου A | Νηριου U+05D0c.a AQ | υιω 2°] υιου AQ | Μαασαιου] Μαχαιου U+05D0* (Μαασ. U+05D0c.a (?)) Μαασσαιου A | οτε] οτι A* vid (ε sup ras Aa) | ετει τω τεταρτω] τεταρτω ετει A | Σαρεας U+05D0 60 Ιηρεμιας A | παντα] αποντα Q pr ?? συν Qmg | om α U+05D0* (superscr U+05D0c.a (?)) | βιβλιω (βιβιω U+05D0*)] + ενι U+05D0AQ | παντας] pr συν Qᵐᵍ | om τουτους A | γεγραμμενους] ενγεγραμμ. A 61 om και 1° ... εις Bαβυ- λωνα U+05D0* (hab U+05D0c.a ᵐᵍ inf) | Ιηρεμιας U+05D0c.a | αναγωση U+05D0* (αναγν. U+05D0?) | παντας] pr ?? συν Qᵐᵍ 62 om Κυριε 2° U+05D0Q | του εξολεθρευσαι (εξολοθρ. Bᵇ εξωλεθρ. U+05D0)] om του U+05D0* (superscr U+05D0c.a (?)) | αυτω] αυτοις U+05D0* (-τω U+05D0c.a (?)) | κατοι- κουντα Q 63 οταν] οτε U+05D0?vid (postea rurs οταν) | του αναγινωσκειν] αναγινωσκων U+05D0A | βιβιον U+05D0* | επιδησει A* (-σεις Aᵃ?) | επ αυτο] αυτω A | ριψεις] επιρηψεις U+05D0* (ριψ. U+05D0c.a (?)) | μεσον] pr το U+05D0 64 om και 2° A | των Χαλδαιων] των κακων U+05D0A κακων Q* των κ. Qᵃ (et sub ?? Qmᵍ) | αυτην] + α΄ ?? ӄ εσταθησᾱ| εως ενταυθα οι λογοι Ιερεμιου Qᵐᵍ)
290
[*](B)

Ἐπὶ τοὺς ἀλλοφύλους.

(2)Τάδε λέγει Κύριος

Ἰδοὺ ὕδατα ἀναβαίνει ἀπὸ βορρᾶ, καὶ ἔσται εἰς χειμάρρουν κατακλύζοντα, καὶ κατακλύσει γῆν καὶ τὸ πλήρωμα αὐτῆς, πολιν καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ· καὶ κεκράξονται οἱ ἄνθρωποι, καὶ ἀλαλάξουσιν ἄπαντες οἱ κατοικοῦντες τὴν γῆν

ἀπὸ φωνῆς ὁρμῆς αὐτοῦ, ἀπὸ τῶν ὁπλῶν τῶν ποδῶν αὐτοῦ καὶ ἀπὸ σεισμοῦ τῶν ἁρματων αὐτοῦ, ἤχου τροχῶν αὐτοῦ. οὐκ ἐπέστρεψαν πατέρες ἐφʼ υἱοὺς αὐτῶν ἀπὸ ἐκλύσεως χειρῶν αὐτῶν,

ἐν τῇ ἡμέρᾳ τῇ ἐπερχομένῃ τοῦ ἀπολέσαι πάντας τοὺς ἀλλοφύλους. καὶ ἀφανιῶ τὴν Τύρον καὶ τὴν Σειδῶνα καὶ πάντας τοὺς καταλοίπους τῆς βοηθείας αὐτῶν, ὅτι ἐξολεθρεύσει Κύριος τοὺς καταλοίπους τῶν νήσων.

ἥκει φαλάκρωμα ἐπὶ Γάζαν, ἀπερίφη Ἀσκάλων καὶ οἱ κατάλοιποι Ἐνακείμ.

ἕως τίνος κόψεις, (⁶)ἡ μάχαιρα τοῦ κυρίου; ἕως τίνος οὐχ ἡσυχάσεις; ἀποκατάστηθι εἰς τὸν κολεόν σου, ἀνάπαυσαι καὶ ἐπάρθητι.

πῶς ἡσυχάσεις καὶ Κύριος ἐνετείλατο αὐτῇ ἐπὶ τὴν Ἀσκάλωνα καὶ ἐπὶ τὰς παραθαλασσίους, ἐπὶ τὰς καταλοίπους, ἐπεγερθῆναι.

Τῇ Ἰδουμαίᾳ.

Τάδε λέγει Κύριος Οὐκ ἔστιν ἔτι σοφία ἐν Θαιμάν, ἀπώλετο βουλὴ ἐκ συνετῶν, ὤχετο σοφία αὐτῶν,

ἠπατήθη ὁ τόπος αὐτῶν. βαθύνατε εἰς κάθισιν οἱ κατοικοῦντες ἐν Δαιδάμ, ὅτι δύσκολα ἐποίησεν· ἤγαγον ἐπʼ αὐτὸν ἐν χρόνῳ ᾧ ἐπεσκεψάμην ἐπʼ αὐτόν.

[*](U+05D0AQ)[*](XXIX 1 επι] pr α΄σ΄ ?? ος εγενηθη λογος κυ προς Ιερεμιαν τον προφητην Qᵐᵍ | αλλοφυλους] + ?? προ του παταξαι Φαραω την Γαζαν Qmg 2 ανα- βεννει U+05D0* (-βαινει U+05D0?) A (-ννι) βορραν U+05D0* | χιμαρρον U+05D0* (-ρρουν U+05D0?) | πολιν] πολις U+05D0* | κατοικουντας] ενοικουντας A | κραξοντε U+05D0* (κεκρ. U+05D0?) | αλαλαξον- ται A | αποντες] παντες A 3 φωνης ορμης αυτου] σ΄ προσωπου οργης θυμου Qmg | οπλων των ποδων αυτου] θ΄ οπλω| αυτου των δυνατω (sic) Qᵐᵍ | των ποδων] pr και U+05D0* (improb U+05D0?) | σεισ|μου B* σεισμ. B? | ηχου] pr και A | τροχων] τροχου U+05D0* (superscr ων U+05D0?) pr των A | εστρεψαν U+05D0* (επεστρ. U+05D0c.a?) | εφ] επι AQ | χειαω| U+05D0* vid (χειρ. U+05D0c.a (?)) 4 επερχομενη] ερχομενη U+05D0AQ | Σειδονα B* Σιδωνα BᵇU+05D0AQ | βοηθιας U+05D0 | εξολοθρευσει Bᵇ εξωλεθρ. U+05D0 | Κυριος] + α΄θ΄ ?? τους αλλοφυλους Qmg | τους καταλοιπους] τας καταλ. A | νη- σων] + α΄θ΄ ?? και Καππαδοκιας Qmᵍ 5 απερριφη Bᵇ | οι καταλοιποι] τα καταλοιπα A 6 του κυριου] om του A | ουχ ησυχασεις] ου μησυχασις U+05D0* ου μη ησυχ. U+05D0c.ᵃ? (-σεις U+05D0c.ᵇ) 7 ησυχασεις A | Κυριος] pr ο τ U+05D0* (τ postea ras) 8 Ιουμεα U+05D0* Ιδουμεα U+05D0c. ᵃ(?) (-μαια U+05D0c.b (?)) | Κυριος] om Q* (hab O¹ (vid) ᵐᵍ) + ?? των δυναμεων Qᵐᵍ | Θεμαν U+05D0 | επωλετο A* (ε 1° improb Aᵃ?) | συν|ετων B* συνε|τ. B? 9 ο τοπος] το προς U+05D0* τοπος U+05D0* | αυτων] αυτον U+05D0* | βαθυνατε] + εαυτοις AQ | καθησιν A | κατοικουνται U+05D0* (-τες U+05D0c.ᵃ) | om εν Q | Δαιδαν U+05D0A επ 1°] επ| B* ε|π B? | επ 2°] εν U+05D0* fort om AQ | αυτον 2°] αυτην U+05D0 )
291

ὅτι τρυγηταὶ ἦλθον οἳ οὐ καταλείψουσίν σοι κατάλιμμα· [*](B) ὡς κλέπται ἐν νυκτὶ ἐπιθήσουσιν χεῖρα αὐτῶν.

ὅτι ἐγὼ κατέσυρα τὸν Ἠσού, ἀνεκάλυψα τὰ κρυπτὰ αὐτῶν, κρυβῆναι οὐ μὴ δύνωνται· ὤλοντο διὰ χεῖρα ἀδελφοῦ αὐτοῦ γείτονός μου, καὶ οὐκ ἔστιν

ὑπολιπέσθαι ὀρφανόν σου ἵνα ζήσεται· καὶ ἐγὼ ζήσομαι, καὶ χῆραι ἐπʼ ἐμέ πεποίθασιν.

ὅτι τάδε εἶπεν Κύριος Οἷς οὐκ ἦν νόμος πιεῖν τὸ ποτήριον, ἔπιον· καὶ σὺ ἀθῳωμένη οὐ μὴ ἀθῳωθῇς,

ὅτι κατʼ ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, ὅτι εἰς ἄβατον καὶ εἰς ὀνειδισμὸν καὶ εἰς κατάρασιν ἔσῃ ἐν μέσῳ αὐτῆς, καὶ πᾶσαι αἱ πόλεις αὐτῆς ἔσονται ἔρημοι εἰς αἰῶνα.

ἀκοὴν ἤκουσα παρὰ Κυρίου, καὶ ἀγγέλους εἰς ἔθνη ἀπέστειλεν Συνάχθητε καὶ παραγένεσθε εἰς αὐτήν, ἀνάστητε εἰς πόλεμον.

μικρὸν ἔδωκά σε ἐν ἔθνεσιν, εὐκαταφρόνητον ἐν ἀνθρώποις.

ἡ παιγνία σου ἐνεχείρησέν σοι, ἰταμία καρδίας σου κατέλυσεν τρυμαλιὰς πετρῶν, συνέλαβεν ἰσχὺν βουνοῦ ὑψηλοῦ· ὅτι ὕψωσεν ὥσπερ ἀετὸς νοσσιὰν αὐτοῦ, ἐκεῖθεν καθελῶ σε.

καὶ ἔσται ἡ Ἰδουμαία εἰς ἄβατον, πᾶς ὁ παραπορευόμενος ἐπʼ αὐτὴν συριεῖ.

ὥσπερ κατεστράφη Σόδομα καὶ Γόμορρα καὶ αἱ πάροικοι αὐτῆς, εἶπεν Κύριος Παντοκράτωρ, οὐ μὴ καθίσῃ ἐκεῖ ἄνθρωπος, καὶ οὐ μὴ ἐνοικήσει ἐκεῖ υἱὸς ἀνθρώπου.