Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἐξῶσάν με οἱ μόχθοι μου καὶ αἱ ταλαιπωρίαι μου εἰς Βαβυλῶνα, ἐρεῖ κατοικοῦσα Σειών, καὶ τὸ αἷμά μου ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους, ἐρεῖ Ἰερουσαλήμ·

διὰ τοῦτο τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ κρινῶ τὴν ἀντίδικόν σου καὶ ἐκδικήσω τὴν ἐκδίκησίν σου, καὶ ἐρημώσω τὴν θάλασσαν αὐτῆς καὶ ξηρανῶ τὴν πηγὴν αὐτῆς·

καὶ ἔσται Βαβυλὼν εἰς ἀφανισμόν, καὶ οὐ κατοικηθήσεται.

ὅτι ἄμα ὡς λέοντες ἐξηγέρθησαν καὶ ὡς σκύμνοι λεόντων.

ἐν τῇ θερμασίᾳ αὐτῶν δώσω πότημα αὐτοῖς, καὶ μεθύσω αὐτοὺς ὅπως καρωθῶσιν καὶ ὑπνώσωσιν ὕπνον αἰώνιον καὶ οὐ μὴ ἐγερθῶσι, λέγει Κύριος.

καὶ καταβίβασον αὐτοὺς ὡς ἄρνας εἰς σφαγὴν καὶ ὡς κριοὺς μετʼ ἐρίφων.

πῶς ἑάλω καὶ ἐθηρεύθη τὸ καύχημα πάσης τῆς γῆς; πῶς ἐγένετο Βαβυλὼν εἰς ἀφανισμὸν ἐν τοῖς ἔθνεσιν;

ἀνέβη ἐπὶ Βαβυλῶνα ἡ θάλασσα ἐν ἤχῳ κυμάτων αὐτῆς, καὶ κατεκαλύφθη.

ἐγενήθησαν αἱ πόλεις [*](31 απαντησιν 1°] απαντην A | αναγγελλων] απαγγελλων U+05D0* (αναγγ. U+05D0AQ U+05D0c.a(?)) 32 32 της διαβασεως U+05D0* (των διαβασεων U+05D0c.a (?)) | εληφθησαν Qᵃ | συστηματα Bᵃ?ᵇQ | αυτων] αυτου AQ | ενεπρησαν] ενεπρησθησαν A ενεπυρισθησαν Q | οι ανδρες] om οι BᵃᵇU+05D0AQ | αυτου 2°] αυτοι U+05D0* 33 Κυριος] + ?? των δυναμεων θς Ιηλ Qmg | οικοι] οικος Q | βασιλεων U+05D0* | αλοηθησεται U+05D0AQ 35 μοχθοι] εχθροι U+05D0 | κατοικουσα] pr και U+05D0* | Σιων Bᵇ AQ | κατοικουνταις U+05D0* | Χαλδεους U+05D0 | ερει Ιερουσαλημ| επι Ιηλ U+05D0c. ᵃ επι Ιλημ (sup ras et in mg) Aa 36 om και εκδικησω τ. εκδ. σου A | εδικησω U+05D0* (εκδ. U+05D0?) | ερημω Q* (superscr σω Qᵃ) θα|ασσαν U+05D0 | ξηρανω] εξαρω U+05D0 | πηγην] γην U+05D0A 38 om οτι U+05D0AQ | om αμα AQ | εξηγερθησαν (εξεγ. Q* )] + αμα AQ | σκοιμοι U+05D0* (σκυμν. U+05D0?) 39 καρωθωσιν (-σι Qa)] καθαρωσῑ| U+05D0* | om και 2° ...εγερθωσι U+05D0* (hab U+05D0c.a (?) ᵐᵍ) | υπνωσουσιν A | εγερθωσι (-σιν Q* )] εξεγερθωσι Bᵃb εξεγερθωσιν U+05D0c.a (?) ᵐᵍ A 40 om και 1° AQ | καταβιβασω U+05D0* (-σον U+05D0c.a (?)) | εισφαγην U+05D0* 41 εαλω] ελαληκεν U+05D0* (εαλω U+05D0c.a (?)) + παντες ?? ο Εισακ Qmg | τοις εθνεσιν (τ. εθνσιν U+05D0*)] pr πασι Q 42 ανεβη] pr ανεβη ε|πι Βαβυλωνα εις (? + ηθ)| αφα- νισμου εν τοις εθνεσιν U+05D0* (punct et unc improb U+05D01 fort) 43 πολις U+05D0* (-λεις U+05D0c.ᵇ))

288
[*](B) αὐτῆς ὡς γῆ ἄνυδρος καὶ ἄβατος, οὐ κατοικήσει ἐν αὐτῇ οὐδὲ εἰς, οὐδὲ μὴ καταλύσει ἐν αὐτῇ υἱὸς ἀνθρώπου.

καὶ ἐκδικήσω ἐπὶ Βαβυλῶνα, καὶ ἐξοίσω ὃ κατέπιεν ἐκ τοῦ στόματος αὐτῆς, καὶ οὐ μὴ συναχθῶσιν πρὸς αὐτὴν ἔτι τὰ ἔθνη,

καὶ ἐν Βαβυλῶνι πεσοῦνται τραυματίαι πάσης τῆς γῆς.

ἀνασωζόμενοι ἐκ γῆς, πορεύεσθε καὶ μὴ ἵστασθε· οἱ μακρόθεν, μνήσθητε τοῦ κυρίου, καὶ Ἰερουσαλὴμ ἀναβήτω ἐπὶ τὴν καρδίαν ὑμῶν.

ᾐσχύνθημεν, ὅτι ἠκούσαμεν ὀνειδισμὸν ἡμῶν, κατεκάλυψεν ἀτιμία τὸ πρόσωπον ἡμᾶν, εἰσῆλθον ἀλλογενεῖς εἰς τὰ ἅγια ἡμῶν, εἰς οἶκον Κυρίου.

διὰ τοῦτο ἰδοὺ ἡμέραι, λέγει Κύριος, καὶ ἐκδικήσω ἐπὶ τὰ γλυπτὰ αὐτῆς, καὶ ἐν πάσῃ τῇ γῇ αὐτῆς πεσοῦνται τραυματίαι.

ὅτι ἐὰν ἀναβῇ Βαβυλὼν ὡς ὁ οὐρανός, καὶ ὅτι ἐὰν ἀχυρώσῃ τὰ τείχη ἰσχύι αὐτῆς, παρʼ ἐμοῦ ἥξουσιν ἐξολεθρεύοντες αὐτήν, λέγει Κύριος.

φωνὴ κραυγῆς ἐν Βαβυλῶνι, καὶ συντριβὴ μεγάλη ἐν γῇ Χαλδαίων,

ὅτι ἐξωλέθρευσεν Κύριος τὴν Βαβυλῶνα, καὶ ἀπώλεσεν ἀπʼ αὐτῆς φωνὴν μεγάλην ἠχοῦσαν ὡς ὕδατα πολλά, ἔδωκεν εἰς ὄλεθρον φωνὴν αὐτῆς.

ὅτι ἦλθεν ἐπὶ Βαβυλῶνα ταλαιπωρία, ἑάλωσαν οἱ μαχηταὶ αὐτῆς, ἐπτόηται τὸ τόξον [*](U+05D0AQ)[*](43 om ως U+05D0AQ | γη] παντες ?? εις αφανισμον Qmg | ου] pr ?? θ΄ γη Qmg | ουδε εις] ουδεις U+05D0Q + ?? ανος Qᵐᵍ | καταλυση U+05D0Q 44 προς αυτην ετι (επι U+05D0* vid)] ετι προς αυτην AQ | εθνη] + ӄ γε το τειχος Βαβυλωνος επεσεν (45) εξελθετε εκ μεσου αυτης λαος μου ӄ σωζετε εκαστος την ψυχην αυτου απο θυμου οργης κῡ (46) μηποτε διλιασει η καρδια υμων ӄ φοβηθητε εσ τη ακοη τη ακουσθησομενη ε| τη γη ӄ εισελευσεται εν τω ενιαυτω η ακοη ӄ μετ αυτο| εν τω ενιαυτω η ακοη ӄ η αδικια εν τη γη ( +σ΄ ?? ӄ εξουσιαστης επ εξουσιαστην) παραβολη επι παραβολην (47) δια τουτο ιδου ημεραι ερχονται φησιν κς ӄ επισκεψομαι επι τα γλυπτα Βαβυλωνος ӄ πασα η γη αυτης καται- σχυνθησεται και παντες τραυματιαι αυτης πεσουνται εν μεσω αυτης (48) ӄ αγαλλιασονται επι Βαβυλωνα οι ουρανοι και η γη και παντα τα εν αυτοις οτι απο βορρα ηξουσι ταλαιπωρουντες αυτην λεγει κς (49) και μεντοι εν Βαβυλωνι του πεσειν τραυματιας Ιηλ εν αυτη [adnot δει ειδεναι ως εν τισιν αντιγραφοις ταυτα μετα αστερισκων κεινται ου καλως] Qmg 49 τραυματιαι πασης της γης] και παντα τα εθνη U+05D0 50 γης] της B* (γης Bᵃᵇ) | om και 1° A ιστασθε] + εις γην U+05D0* (postea improb) | μνησθητε οι μακροθεν Q | οι μακροθεν] om οι U+05D0* (superscr U+05D0c.a (?)) | και Ιερουσαλημ| εισημ U+05D0* ӄ Ισημ U+05D0c.a (?) | αναψατω U+05D0 | την καρδιαν] om την Q | υμων] ημων A 51 ησῡ|θη- μεν U+05D0* (ησχῡlθ. U+05D0?) | ημων 1°] υμων U+05D0* (η superscr U+05D0c.a (?)) | εισ|ηλθον B* ει|σηλθ. B? pr οτι Q 52 δια τουτο] + ταδε λεγει κς U+05D0 | ημεραι] + ερχονται Bᵃᵇ ᵐg U+05D0 (-ντε U+05D0* -νται U+05D0c.ᵇ) AQ | om λεγει Κυριος U+05D0 | om επι U+05D0 | πεσουτε U+05D0* (ν superscr U+05D0?) τραματιαι U+05D0* (υ superscr U+05D0?) 53 εαν 2°] αν Q* (ε superscr Qᵃ) | οχυρωση] υψωση Q | τα τειχη] τα υψη Bᵃᵇ υψη U+05D0* υψος U+05D0c.a AQ | ισχυι| ισχυος U+05D0c.a AQ (pr ?? της Qmg) | εξολοθρευοντες Bᵇ 54 κραυης U+05D0* (γ superscr U+05D0?) | εν γη] εκ γης A | Χαδεων U+05D0* (λ superscr U+05D0? 55 εξωλοθρευσεν Bb | om ως Q 56 εαλωκαν U+05D0* (σ superscr U+05D0?))

289
αὐτῶν, ὅτι ὁ θεὸς ἀνταποδίδωσιν αὐτοῖς.

Κύριος ἀνταποδίδωσιν [*](B) καὶ μεθύσει μέθῃ τοὺς ἡγεμόνας αὐτῆς καὶ τοὺς σοφοὺς αὐτῆς καὶ τοὺς στρατηγοὺς αὐτῆς, λέγει ὁ βασιλεύς, Κύριος Παντοκράτωρ ὄνομα αὐτῷ.

τάδε λέγει Κύριος Τεῖχος Βαβυλῶνος ἐπλατύνθη, κατασκαπτόμενον κατασκαφήσεται, καὶ αἱ πύλαι αὐτῆς αἱ ὑψηλαὶ ἐνπυρισθήσονται, καὶ οὐ κοπιάσουσιν λαοὶ εἰς κενόν, καὶ ἔθνη ἐν ἀρχῇ ἐκλείψουσιν.