Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

παραγγείλατε ἐπὶ Βαβυλῶνα πολλοῖς, παντὶ ἐντείνοντι τόξον, παρεμβάλετε ἐπʼ αὐτὴν κυκλόθεν· μὴ ἔστω αὐτῆς ἀνασωζόμενος, ἀνταπόδοτε αὐτῇ κατὰ τὰ ἔργα αὐτῆς· κατὰ πάντα ὅσα ἐποίησεν ποιήσατε αὐτῇ, ὅτι πρὸς Κύριον ἀντέστη θεὸν ἅγιον τοῦ Ἰσραήλ.

διὰ τοῦτο πεσοῦνται οἱ νεανίσκοι αὐτῆς ἐν ταῖς πλατείαις αὐτῆς, καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ αὐτῆς ῥιφήσονται, εἶπεν Κύριος.

[*](U+05D0AQ)[*](20 εκεινω] + φησιν κς AQ | αδικειαν B* (- κιαν Bᵇ) | υπολελειμμενοις BᵃᵇQ* (λιμμ. Qᵃ) 21 πικρως . . αυτην (1°)] α΄ παραπικραινοντων αναβηθι επ αυτην Qmg | om και επι τους κατ. επ αυτην U+05D0* (hab U+05D0c.a fort ᵐᵍ) και 1°] + εν τη γη ταυτη Qmg | επ αυτην (2°)] om επ A εν αυτη Q | μαχαιρα] μαχεραν U+05D0 | αφανισον] + θ΄ ?? οπισω αυτων κακα Qmᵍ 23 εκλασθη] συνεκλασθη U+05D0AQ | εθνεσιν] pr ?? τοις Qᵐᵍ 24 επιβησονται] επιθησονται BᵃᵇU+05D0 (-τε U+05D0* -ται U+05D0c. ᵇ) Q | σοι] + και αλωση A + και αλωση Βαβυλων Q | ου γνωση] φυγη U+05D0 | om ως Βαβυλων και αλωση Q | αλωση] om A + ӄ ου γνωση U+05D0c.a ᵐᵍ | ελημφθης] λημφθ. U+05D0* ελημφθη A* (- φθης A¹) εληφθης Qᵃ 25 εξενεκεν U+05D0* | οργης] pr της Q | εργον] + ?? εστι Qmg) | τω κυριω] om τω U+05D0* (superscr U+05D0c.a(?)) om κυριω Q | om θεω AQ* (hab Qmg) | Χαλδεων U+05D0 26 εληλυθοσιν] + ?? αυτη Qmg | ερευνησατε BᵃᵇU+05D0? Q pr και A | om ως σπη- λαιον και εξολεθρ. αυτην U+05D0 | καταλειμμα Bᵃ?ᵇ AQ* 27 om αυτης Q | καρπους] + αυτης Q 28 φωνη|νη U+05D0* (improb νη 2° U+05D0?) | φευοντων U+05D0* | εις] εν Q | Σιων BᵇU+05D0AQ | την εκδικησιν] om την A | ημων] υμων U+05D0 ουτων A + παντες ?? εκδικησῑ| ναου αυτου Qᵐᵍ 29 παρεμβαλατε A | Κυριον] pr τον U+05D0AQ | του Ισραηλ] om του Q 30 πλατιαις ??A | ριφησονται] + παντες ?? εν τη ημερα εκεινη Qmg)
283

ἰβοὺ ἐγὼ ἐπὶ σὲ τὴν ὑβρίστριαν, λέγει Κύριος, ὅτι ἥκει ἡ ἡμέρα [*](B) σου καὶ ὁ καιρὸς ἐκδικήσεώς σου,

καὶ ἀσθενήσει ἡ ὕβρις σου καὶ πεσεῖται, καὶ οὐκ ἔσται ὁ ἀνιστῶν αὐτήν· καὶ ἀνάψω πῦρ ἐν τῷ δρυμῷ αὐτῆς, καὶ καταφάγεται πάντα τὰ κύκλῳ αὐτῆς.

Τάδε λέγει Κύριος Καταδεδυνάστευνται οἱ υἱοὶ Ἰσραὴλ καὶ οἱ υἱοὶ Ἰούδα, ἄμα πάντες οἵ αἰχμαλωτεύσαντες αὐτοὺς κατεδυνάστευσαν αὐτούς, ὅτι οὐκ ἠθέλησαν ἐξαποστεῖλαι αὐτούς.

καὶ ὁ λυτρούμενος αὐτοὺς ἰσχυρός, Κύριος Παντοκράτωρ ὄνομα αὐτῷ· κρίσιν κρινεῖ πρὸς τοὺς ἀντιδίκους αὐτοῦ, ὅπως ἐξάρῃ τὴν γῆν καὶ παροξυνεῖ τοῖς κατοικοῦσι Βαβυλῶνα.