Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ὁ λογος ὸ γενόμενος πρὸς Ἰερεμίαν ἐπὶ πάντα τὸν λαὸν ¹Ἰούδα ἐν τῷ ἔτει τῷ τετάρτῳ τοῦ Ἰωακεὶμ υἱοῦ Ἰωσεία βασιλέως Ἰούδα,

δν ἐλάλησεν πρὸς πάντα τὸν λαὸν Ἰούδα καὶ πρὸς τοὺς κατοικοῦντας Ἰερουσαλὴμ λέγων

Ἐν τρισκαιδεκάτῳ ἔτει Ἰωσία υἱοῦ Ἀμὼς βασιλέως Ἰούδα καὶ [*](§ Γ) ἕως τῆς ἡμέρας ταύτης εἵκοσι καὶ τρία §ἔτη, καὶ ἐλάλησα πρὸς ὑμᾶς ὀρθρίζων καὶ λέγων.

καὶ ἀπέστελλον πρὸς ὑμᾶς τοὺς δούλους μου τοὺς προφήτας ὄρθρου ἀποστέλλων, καὶ οὐκ εἰσηκούσατε καὶ οὐ προσέσχετε τοῖς ὠσὶν ὑμῶν,

λέγων Ἀποστράφητε ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ἀπὸ τῶν πονηρῶν ἐπιτηδευματων ὑμῶν, καὶ κατοικήσετε ἐπὶ τῆς γῆς ἧς ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν ἀπʼ αἰῶνος καὶ ἕως αἰῶνος.

μὴ πορεύεσθε ὀπίσω θεῶν ἀλλοτρίων τοῦ δουλεύειν αὐτοῖς καὶ τοῦ προσκυνεῖν αὐτοῖς, ὅπως μὴ παροργίζητέ με ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν τοῦ κακῶσαι ὑμᾶς.

καὶ οὐκ ἠκούσατέ μου.

διὰ τοῦτο τάδε λέγει Κύριος Ἐπειδὴ οὐκ ἐπιστεύσατε τοῖς λόγοις μου,

ἰδοὺ ἐγὼ ἀποστέλλω καὶ λήμψομαι πατριὰν ἀπὸ βορρᾶ, καὶ ἄξω αὐτοὺς ἐπὶ τὴν γῆν ταύτην καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτὴν καὶ ἐπὶ πάντα τὰ ἔθνη τὰ κύκλῳ αὐτῆς, καὶ ἐξερημώσω αὐτοὺς καὶ δώσω αὐτοὺς εἰς ἀφανισμὸν καὶ εἰς συριγμὸν καὶ εἰς ὀνειδισμὸν αἰώνιον.

καὶ ἀπολῶ ἀπʼ αὐτῶν φωνὴν χαρᾶς καὶ φωνὴν εὐφροσύνης, φωνὴν νυμφίου καὶ φωνὴν νύμφης, ὀσμὴν μύρου καὶ φῶς λύχνου.

καὶ ἔσται πᾶσα ἡ γῆ εἰς ἀφανισμόν, καὶ [*](¶ Γ) δουλεύσουσιν ἐν τοῖς ἔθνεσιν ἑβδομήκοντα ἔτη, ¶

καὶ ἐν τῷ πληρωθῆναι [*](U+05D0AQΓ)[*]( XXV 1 γεναμενος A 1—2 om εν τω ετει... τον λαον Ιουδα U+05D0* (hab U+05D0c.a ᵐᵍ) 1 Ιωακιμ U+05D0c.ᵃ | Ιωσια BᵇU+05D0c.a AQa Ιωσιου Q* | Ιουδα 2°] + (sub α΄ ?? ) αυτος ενιαυτος| πρωτος τω Ναβουχοδονοσορ βασιλει Bαβυλωνος Q 2 ον] pr α΄σ΄θ΄ ?? λογος Qmg | ελαλεν U+05D0c. ᵃ (postea ελαλησεν) + ?? Ιερεμιας ὸ προφη- της Qᵐᵍ 3 Ιωσια] pr του βασιλεως A | εικοσι] pr ?? ταυτα Qmg | ετη] + ?? α΄θ΄ εγενηθη λογος κυ τρος με Qmg | om κοι 3° Γ ορθιζω U+05D0* | λεγων] + α΄σ΄θ΄ ?? ӄ ουκ ηκουσατε Qmᵍ 4 ορθου ??* | αποστελλων] απεστελλον U+05D0 | εισηκου- αατε] + [μου] Γvid | προσ|εσχετε U+05D0* προ|σεσχ. B? προσεσχατε U+05D0 | υμων] + α΄θ΄ ?? ακουσαι Qᵐᵍ 5 αποστραφητε] + δη Q | om και 1° U+05D0* (hab U+05D0c.a (vid) ᵐᵍ) | κατοικησατε Q* (-σετε Qᵃ) | αιωνος 2°] pr του A 6 μη 1°] pr και U+05D0c. ᵃ (improb U+05D0c.ᵇ) | θων U+05D0* | παροργισητε A 7 ηκουσατε BQ*] εισηκουσατε U+05D0Qmg εισηκουσαν A | μου] + α΄θ΄ ?? φησιν κς οπως παροργισητε με ε| τοις εργοις των χειρω| υμων του κακωσαι υμας Qᵐᵍ 8 Κυριος] + α΄σ΄θ΄ ?? των δυναμεων Qmg 9 ληψομαι Qᵃ | πατριαν] pr την U+05D0AQΓ pr θ΄ ?? πασαν (π. την) Qmg | απο] εκ του U+05D0 του Q | βορραν U+05D0* + α΄σ΄θ΄ ?? φησιν κς ӄ προς Ναβουχοδονοσορ βασιλεα Βαβυλωνος το| δουλο| μου Qmg | και εξερ. αυτους] om και A pr ?? Q? | αφανισ|μον U+05D0* αφανιlσμον B? | συρισμον U+05D0* (συριγμ- U+05D0c. ᵃ) Γ 10 χαρας] ευφροσυνης ΑΓ ευφροσυνης] χαρας ΑΓ φωνην 3°] pr και U+05D0 11 γη] + α΄σ΄θ΄ ?? αυτη εις ερημωσιν και Qmg | εθνεσιν] + ?? του- τοις τω βασιλει Βαβυλωνος Qmg 12 πληρωθηναι] συμπληρ. AQ)

277
ἑβδομήκοντα ἔτη ἐκδικήσω τὸ ἔθνος ἐκεῖνο καὶ θήσομαι αὐτοὺς [*](B) εἰς ἀφανισμὸν αἰώνιον,

καὶ ἐπάξω ἐπὶ τὴν γῆν ἐκείνην πάντας τοὺς §λόγους μου οὓς ἐλάλησα κατʼ αὐτῆς, πάντα τὰ γεγραμμένα ἐν τῷ [*](§ Γ) βιβλίῳ τούτῳ.

Ἃ ἐπροφήτευσεν Ἰερεμίας ἐπὶ τὰ ἕθνη τὰ Αίλάμ. ¶

[*](¶ Γ)

Τάδε λέγει Κύριος Συνετρίβη τὸ τόξον Αἰλάμ, ἀρχὴ δυναστείας αὐτῶν.

καὶ ἐπάξω ἐπὶ Αἰλὰμ τέσσαρας ἀνέμους ἐκ τῶν τεσσάρων ἄκρων τοῦ οὐρανοῦ καὶ διασπερῶ αὐτοὺς ἐν πᾶσιν τοῖς ἀνέμοις τούτοις, καὶ οὐκ ἔσται ἔθνος ὃ οὐχ ἤξει ἐκεῖ, οἱ ἐξωσμένοι Αἰλάμ.

καὶ πτοήσω αὐτοὺς ἐναντίον τῶν ἐχθρῶν αὐτῶν τῶν ζητούντων τὴν ψυχὴν αὐτῶν, καὶ ἐπάξω ἐπʼ αὐτοὺς κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου, καὶ ἐπαποστελῶ ὀπίσω αὐτῶν τὴν μάχαιράν μου ἕως τοῦ ἐξαναλῶσαι αὐτούς.

καὶ θήσω τὸν θρόνοι μου ἐν Αἰλάμ, καὶ ἐξαποστελῶ ἐκεῖθεν βασιλέα καὶ μεγιστᾶνας,

καὶ ἔσται ἐπʼ ἐσχάτου τῶν ἡμερῶν καὶ ἀποστρέψω τὴν αἰχμαλωσίαν Αἰλάμ, λέγει Κύριος.