Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἐὰν ἐρωτήσωσί σε ὁ λαὸς οὗτος ἢ ἱερεὺς ἢ προφήτης Τί τὸ λῆμμα Κυρίου; καὶ ἐρεῖς αὐτοῖς Ὑμεῖς ἐστε τὸ λῆμμα καὶ ῥάξω ὑμᾶς, λέγει Κύριος.

ὁ προφήτης καὶ οἱ ἱερεῖς καὶ ὁ λαὸς οἳ ἂν εἴπωσιν Λῆμμα Κυρίου, καὶ ἐκδικήσω τὸν ἄνθρωπον ἐκεῖνον καὶ τὸν οἶκον αὐτοῦ.

οὕτως ἐρεῖτε ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ Τί ἀπεκρίθη Κύριος, καὶ τί ἐλάλησεν Κύριος;

καὶ Λῆμμα Κυρίου μὴ ὀνομάζετε ἔτι, ὅτι τὸ λῆμμα τῷ ἀνθρώπῳ ἔσται ὁ λόγος αὐτοῦ.

καὶ διὰ τί ἐλάλησεν Κύριος ὁ θεὸς ἡμῶν;

δᾶ τοῦτο τάδε λέγει Κύριος ὁ θεὸς ἡμῶν Ἀνθʼ ὧν εἴπατε τὸν λόγον τοῦτον Λῆμμα Κυρίου, καὶ ἀπέστειλα πρὸς ὑμᾶς λέγων Οὐκ ἐρεῖτε Λῆμμα Κυρίου·

διὰ τοῦτο ἰδοὺ ἐγὼ λαμβάνω καὶ ῥάσσω ὑμᾶς καὶ τὴν πόλιν ἣν ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν,

καὶ δώσω εἰς ὑμᾶς ὀνειδισμὸν αἰώνιον καὶ ἀτιμίαν αἰώνιον, ἥτις οὐκ ἐπιλησθήσεται.

διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ οὐκ ἐροῦσιν ἔτι Ζῇ Κύριος ὃς ἀνήγαγεν τὸν οἶκον Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου,

ἀλλά Ζῇ Κύριος ὃς συνήγαγεν ἃπαν τὸ σπέρμα Ἰσραὴλ ἀπὸ γῆς βορρᾶ καὶ ἀπὸ πασῶν τῶν χωρῶν οὗ ἐξῶσεν αὐτοὺς ἐκεῖ, καὶ ἀπεκατέστησεν αὐτοὺς εἰς τὴν γῆν αὐτῶν.