Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

διὰ τοῦτο ἰδοὺ ἐγὼ πρὸς τοὺς προφήτας τοὺς προφητεύοντας ἐνύπνια [*](19 συσσεισμον BbQ | ηξει επι τ. ασ. A | 20 ουκετι] ουκ Q | εως] U+05D0AQ + αν U+05D0AQ | ποιησει U+05D0 | απο] pr ӄ εως αν στηση αυτο Bᵃᵇ A pr ӄ εως αν αναστηση αυτο U+05D0c.ᵃQ | ενχειρηματος A | εσχατων AQ* | νοησουσιν] pr θ΄ ?? νοησει Qmg | αυτο 2°] αυτα AQ 21 τους προφ.] pr α΄ ?? συν Qᵐᵍ | ουδε] ουκ AQ | προς αυτους] αυτοις U+05D0 | επροφητευσαν U+05D0 22 τη υποστασει] om τη Q | om ει 2° U+05D0Q | εισηκουσαν U+05D0 | om αν A | απεστρεφον] αποστρεφειν A + ?? αυτους εκ της οδου αυτων της πονηρας ӄ Qmg | om αυτους U+05D0Q | των επιτηδευματων αυτ. των πονηρων A 23 εγω ειμι] om ειμι U+05D0 + λεγει κς Bab mg U+05D0AQ | ουχι] ου A 24 τις] ανθρωπος AQ | αυτον] + α΄σ΄θ΄ ?? φησιν κς Qmg | τον ουρ.] pr α΄ ?? συν Qmg | την γην] pr α΄ ?? συν Qᵐᵍ 25 α] pr α΄ ?? συν Qmᵍ | om λαλουσιν U+05D0 | προφητευουσιν] pr α AQ | ενυπνιασαμην AQ 26 εν 2°] pr και U+05D0AQ 27 επιλαθεσθαι] + α΄σ΄θ΄ ?? τον λαον μου Qmg | διηγουνται A | τω πλησιον] προς τον πλ. Q | επελαθεντο B* U+05D0 (-θοντο Bᵃᵇ AQ) 28 ενυπνιον 1°] ενεπνιον U+05D0* | αληθιας U+05D0 | σιτον] + ?? φησιν κς Qᵐᵍ 29 ουτως] pr ?? ουχ Q | ουκ ιδου] ουχι U+05D0 ουχ AQ | πυρ] pr φλεγον A + φλεγο| Q | και] pr λεγει κς AQ | ως] ωσπερ U+05D0 | πελυξ] πελυκυς A | πετρον] + (30) δια τουτο ιδου εγω προς τους προφητας λεγει κς ο θς τους κλεπτοντας τους λογους μου εκαστος παρα του πλησιον αυτου (31) ιδου εγω προς τους προφητας τους εκβαλλοντας (incep εκπ ?? εβαλλ. Q*) προφητειας (-πειαν A) γλωσσης (-σση A) και νυσταζοντας νυσταγμον εαυτων (ουτων Q) U+05D0AQ 32 om δια τουτο U+05D0AQ ενυπνια ψευδη] ψευδη ενυπν. A + α΄σ΄ U+05D0 φησιν κς Qmg)

274
[*](B) ψευδῆ, καὶ οὐ διηγοῦντο αὐτά, καὶ ἐπλάνησαν τὸν λαόν μου ἐν τοῖς ψεύδεσιν αὐτῶν καὶ ἐν τοῖς πλάνοις αὐτῶν, καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτοὺς καὶ οὐκ ἐνετειλάμην αὐτοῖς, καὶ ὠφελειαν οὐκ ὠφελήσουσιν τὸν λαὸν τοῦτον.

καὶ ἐὰν ἐρωτήσωσί σε ὁ λαὸς οὗτος ἢ ἱερεὺς ἢ προφήτης Τί τὸ λῆμμα Κυρίου; καὶ ἐρεῖς αὐτοῖς Ὑμεῖς ἐστε τὸ λῆμμα καὶ ῥάξω ὑμᾶς, λέγει Κύριος.

ὁ προφήτης καὶ οἱ ἱερεῖς καὶ ὁ λαὸς οἳ ἂν εἴπωσιν Λῆμμα Κυρίου, καὶ ἐκδικήσω τὸν ἄνθρωπον ἐκεῖνον καὶ τὸν οἶκον αὐτοῦ.

οὕτως ἐρεῖτε ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ Τί ἀπεκρίθη Κύριος, καὶ τί ἐλάλησεν Κύριος;

καὶ Λῆμμα Κυρίου μὴ ὀνομάζετε ἔτι, ὅτι τὸ λῆμμα τῷ ἀνθρώπῳ ἔσται ὁ λόγος αὐτοῦ.

καὶ διὰ τί ἐλάλησεν Κύριος ὁ θεὸς ἡμῶν;

δᾶ τοῦτο τάδε λέγει Κύριος ὁ θεὸς ἡμῶν Ἀνθʼ ὧν εἴπατε τὸν λόγον τοῦτον Λῆμμα Κυρίου, καὶ ἀπέστειλα πρὸς ὑμᾶς λέγων Οὐκ ἐρεῖτε Λῆμμα Κυρίου·

διὰ τοῦτο ἰδοὺ ἐγὼ λαμβάνω καὶ ῥάσσω ὑμᾶς καὶ τὴν πόλιν ἣν ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν,

καὶ δώσω εἰς ὑμᾶς ὀνειδισμὸν αἰώνιον καὶ ἀτιμίαν αἰώνιον, ἥτις οὐκ ἐπιλησθήσεται.

διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ οὐκ ἐροῦσιν ἔτι Ζῇ Κύριος ὃς ἀνήγαγεν τὸν οἶκον Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου,

ἀλλά Ζῇ Κύριος ὃς συνήγαγεν ἃπαν τὸ σπέρμα Ἰσραὴλ ἀπὸ γῆς βορρᾶ καὶ ἀπὸ πασῶν τῶν χωρῶν οὗ ἐξῶσεν αὐτοὺς ἐκεῖ, καὶ ἀπεκατέστησεν αὐτοὺς εἰς τὴν γῆν αὐτῶν.

Ἔδειξέν μοι Κύριος δύο καλάθους σύκων, κειμένους κατὰ πρόσωπον [*](U+05D0AQ)[*](32 om ου U+05D0AQ | και εγω] καγω U+05D0* | αυτους] αυτοις ωφελειαν] ωφελια U+05D0 ωφελιαν A | τουτον] + α΄σ΄θ΄ ?? φησιν κς Qᵐᵍ 33 ερωτησωσι (-σιν A)] επερωτησουσιν U+05D0 ερωτηση Q | om η 2° U+05D0* (superscr U+05D0c.a?) | προφητης] pr ο U+05D0 | τι] pr λεγων U+05D0c.a mg Q | λημμα] ρημα U+05D0* (λημμ. U+05D0c.a?) 34 ο προ- φητης] pr και Q | οι ιερεις] ο (οι U+05D0*) ιερευς U+05D0AQ | τον ανθρ.] pr α΄σ΄θ΄ ?? επι Qmᵍ | τον οικον] pr α΄σ΄θ΄ ?? επι Qᵐᵍ 35 ουτως] pr οτι AQ | om και τι ελαλησεν κς A 36 μη] pr ου Q | ονομασητε Q | om ετι U+05D0A | το λημμα] om το A + κῡ εσται AQ | om εσται AQ | αυτου] om U+05D0* (superscr κυ U+05D0c.ᵃ) + (sub θ΄ ?? ) και εξετρεψατε (corr εξεστρ.) τους| λογους θῡ ζωντος (+ ?? κῡ των δυναμεων θῡ ημων Qmg) Q 37 και] pr (sub θ΄ ??) ουτως ερειτε προς το| προφητην ( + ?? τι απεκριθη σοι κς Qmg) Q | δια τι] τι οτι U+05D0* (δια τι U+05D0c.a (vid)) | και.. ημων sub θ΄ ?? Q 38 δια τουτο] pr ӄ λημμα κῡ μη λεγετε Qmg | om ο θεος ημων Q | om ημων U+05D0A | λημμα 1°] pr το Q* (postea improb) 39 λαμβανω] + α΄σ΄ ?? υμας λημμα τι Qmg | εδωκα] δεδωκα Q | υμων] + α΄σ΄θ΄ ?? απο προσωπου μου Q 40 εις] εφ BᵃU+05D0AQ | ητις] η U+05D0 | ειτις A 7 et 8 sub ?? Q 7 ανηγαγεν] συνηγαγενU+05D0* (ανηγ. U+05D0c.ᵃ(?)) | οκον] λαον U+05D0 8 συνηγαγεν] pr ανηγαγεν και Q | βορ- ραν U+05D0* | om απο πασων των χωρων (hab U+05D0c.a(?) mg) | ου] ουκ U+05D0* | εξωσεν αυτους] εξωσθησαν Q | αποκατεστησεν Bᵃ?b | εις την γην αυτων (sub ras Bᵃᵇ)] εις τον τοπον αυτ. Q* (εις την γην αυτων εκει Qmg) XXIV 1 εδειξεν] pr και U+05D0c.a (improb U+05D0c. ᵇ) A)

275
ναοῦ Κυρίου, μετὰ τὸ ἀποικίσαι Ναβουχοδονόσορ βασιλέα [*](B) Βαβυλῶνος τὸν Ἰεχονίαν υἱὸν Ἰωακεὶμ βασιλέα Ἰούδα καὶ τοὺς ἄρχοντας καὶ τοὺς τεχνίτας καὶ τοὺς δεσμώτας καὶ τοὺς πλησίους ἐξ Ἰερουσαλήμ, καὶ ἤγαγεν αὐτοὺς εἰς Βαβυλῶνα.

ὁ κάλαθος ὁ εἷς σύκων χρηστῶν σφόδρα ὡς τὰ σῦκα τὰ πρόιμα, καὶ ὁ κάλαθος ὁ ἕτερος σύκων πονηρῶν σφόδρα, ἃ οὐ βρωθήσεται ἀπὸ πονηρίας αὐτῶν.

καὶ εἶπεν Κύριος πρὸς μέ Τί σὺ ὁρᾷς, Ἱερεμίᾳ καὶ εἶπα Σῦκα· τὰ χρηστά, χρηστὰ λίαν, καὶ τὰ πονηρά, πονηρὰ λίαν, ἃ οὐ βρωθήσεται ἀπὸ πονηρίας αὐτῶν.

καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Ὡς τὰ σῦκα τὰ χρηστὰ ταῦτα, οὕτως ἐπιγνώσομαι τοὺς ἀποικισθέντας Ἰουδαίους, οὓς ἐξαπέσταλκα ἐκ τοῦ τόπου τούτου εἰς γῆν Χαλδαίων εἰς ἀγαθά.

καὶ στηριῶ τοὺς ὀφθαλμούς μου ἐπʼ αὐτοὺς εἰς ἀγαθά, καὶ ἀποκαταστήσω αὐτοὺς εἰς τὴν γῆν ταύτην εἰς ἀγαθά· καὶ ἀνοικοδομήσω αὐτοὺς καὶ οὐ μὴ καθελῶ αὐτούς, καὶ καταφυτεύσω αὐτοὺς καὶ οὐ μὴ ἐκτίλω.

καὶ δώσω αὐτοῖς καρδίαν τοῦ εἰδέναι αὐτοὺς ἐμέ, ὅτι ἐγὼ εἰμι Κύριος, καὶ ἔσονταί μοι εἰς λαὸν καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς θεόν, ὅτι ἐπιστραφήσονται ἐπʼ ἐμὲ ἐξ ὅλης τῆς καρδίας αὐτῶν·

καὶ ὡς τὰ σῦκα τὰ πονηρὰ ἃ οὐ βρωθήσεται ἀπὸ πονηρίας αὐτῶν, τάδε λέγει Κύριος, οὕτως παραδώσω τὸν Σεδεκίαν βασιλέα Ἰούδα καὶ τοὺς μεγιστᾶνας αὐτοῦ καὶ τὸ κατάλοιπον Ἰερουσαλὴμ τοὺς ὑπολελιμμένους ἐν τῇ γῇ ταύτῃ καὶ τοὺς κατοικοῦντας ἐν Αἰγύπτῳ.

καὶ δώσω αὐτοὺς εἰς διασκορπισμὸν εἰς πάσας τὰς βασιλείας τῆς γῆς καὶ εἰς ὀνειδισμὸν καὶ εἰς παραβολὴν καὶ εἰς μῖσος καὶ εἰς κατάραν ἐν παντὶ τόπῳ οὗ ἐξῶσα αὐτοὺς ἐκεῖ·