Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ὅτι ἱερεὺς καὶ προφήτης ἐμολύνθησαν, καὶ ἐν τῷ οἴκῳ μου εἶδον πονηρίας αὐτῶν.

διὰ τοῦτο γενέσθω ἡ ὁδὸς αὐτῶν αὐτοῖς εἰς ὀλίσθημα ἐν γνόφῳ, καὶ ὑποσκελισθήσονται καὶ πεσοῦνται ἐν αὐτῇ· διότι ἐπάξω ἐπʼ αὐτοὺς κακὰ ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν.

καὶ ἐν τοῖς προφήταις Σαμαρείας εἶδον ἀνομήματα· ἐπροφήτευσαν διὰ τῆς Βάαλ, καὶ ἐπλάνησαν τὸν λαόν μου Ἰσραήλ.

καὶ ἐν τοῖς προφήταις Ἰερουσαλὴμ ἑώρακα φρικτά, μοιχωμένους καὶ πορευομένους ἐν ψεύδεσι καὶ ἀντιλαμβανομένους χειρῶν πολλῶν τοῦ μὴ ἀποστραφῆναι ἕκαστον ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς ἐγενήθησάν μοι πάντες ὡς Σόδομα, καὶ οἱ κατοικοῦντες αὐτὴν ὥσπερ Φόμορρα.

Διὰ τοῦτο τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ψωμιῶ αὐτοὺς ὀδύνην καὶ ποτιῶ αὐτοὺς ὕδωρ πικρόν, ὅτι ἀπὸ τῶν προφητῶν Ἰερουσαλὴμ ἐξῆλθεν μολυσμὸς πάσῃ τῆ γῇ.

οὕτως λέγει Κύριος Παντοκράτωρ Μὴ ἀκούετε τοὺς λόγους τῶν προφητῶν, ὅτι ματαιοῦσιν ἑαυτοῖς ὅρασιν, ἀπὸ καρδίας αὐτῶν λαλοῦσιν καὶ οὐκ ἀπὸ στόματος Κυρίου.

λέγουσιν τοῖς ἀπωθουμένοις τὸν λόγον Κυρίου Εἰρήνη ἔσται ὑμῖν, καὶ πᾶσιν τοῖς πορευομένοις τοῖς θελήμασιν αὐτῶν, παντὶ τῷ πορευομένῳ πλάνῃ καρδίας αὐτοῦ εἶπαν Οὐχ ἥξει ἐπὶ σέ κακά.

ὅτι τίς ἔστη ἐν ὑποστήματι Κυρίου καὶ εἶδεν τὸν λόγον αὐτοῦ; τίς ἐνωτίσατο καὶ ἤκουσεν;

ἰδοὺ σεισμὸς παρὰ Κυρίου καὶ ὀργὴ ἐκπορεύεται [*](U+05D0AQ)[*](9 προσωπου 1°] πρωπου U+05D0* | ευπρεπιας U+05D0* 10 οτι] pr α΄θ΄ ?? οτι μοιχων ενεπλησθη η γη Qmᵍ | αι νομαι] α νομ. U+05D0* vid | δρυμος] δρομος U+05D0AQ | ουτως] pr ουχ AQ 11 εμολυνθησαν] ras aliq in λ B? | ιδον A | ουτων] + α΄σ΄θ΄ ?? φησῑ| κς Qmg 12 om αυτοις Q* (hab Qmg) | πεσουται U+05D0* ουτων 2°] αυτου U+05D0* (-των U+05D01 vid) + φησιν κς AQ 13 Σαμαρ. ιδο| sup ras Aᵃ | Σαμαριας U+05D0Aᵃ | επροφητευσαν] pr α U+05D0 + επ ονοματι μου A + επι τω ον. μου Q | επλανησαν] επλανηθησαν Q* (-νησαν Qᵃ) | Ισραηλ] pr τον Q 14 εορακα Q | φρικτα] pr τα U+05D0 ψευδεσιν U+05D0 (-σειν U+05D0*) AQ | αντιλαμβανο- μενος U+05D0* (υ superscr U+05D0c.a?) | πολλων] πονηρων AQ | εγενηθησαν] γενεσθωσαν U+05D0 | ωσπερ] pr και U+05D0* (improb U+05D0c.a (?)) ως A | Γομορρα] λαος Γομορα U+05D0 15 Κυριος] + των δυναμεων Q* (sub ?? Qᵃ) + α΄θ΄ ?? επι τους προφητας Qmg | ψωμιζω AQ | οδυνας AQ | των προφητων] των πων προφ. U+05D0* (improb πων U+05D0?) | παση] pr εν U+05D0 16 om ουτως λεγει Κ. παντοκρατωρ U+05D0 | παντο- κρατωρ] των δυναμεω| ο θς Ιηλ Qmg | τους λογους] των λογων U+05D0Qᵃ | προφη- των] + ?? των προφητευοντων υμιν Qmg | εαυτοις] αυτοις A αυτοι Q + σ΄ ?? υμας Qmg | ορασις A | απο 1°] pr και U+05D0A | ουτων] εαυτων A 17 λεγουσι Qa + α΄σ΄ ?? λκγοντες Qmg | πασι U+05D0A | τω πορευομενω] om τω Q | πλανω Qᵃ | αυτου] ουτων U+05D0* (-του U+05D01 (vid)) | om ειπαν U+05D0AQ 18 om τις 1° A | εστης U+05D0* vid | ειδεν (ιδ. A)] + α΄σ΄θ΄ ?? ӄ ηκουσεν Qmg | ενωτισατο (ην. Bᵃᵇ)] + ?? των λογων μου Qmg 19 εκπορευεται] εκπορευομενη (πορ. sup ras) Aᵃ )

273
εἰς συνσεισμόν, συστρεφομένη ἐπὶ τοὺς ἀσεβεῖς ἥξει

[*](B)

καὶ οὐκέτι ἀποστρέψει ὁ θυμὸς Κυρίου, ἕως ποιήσῃ αὐτὸ ἀπὸ ἐγχειρήματος καρδίας αὐτοῦ· ἐπʼ ἐσχάτου τῶν ἡμερῶν νοήσουσιν αὐτό.