Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ὁ λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἰερεμίαν, ὅτε ἀπέστειλεν πρὸς αὐτὸν ὀ βασιλεὺς Σεδεκίας τὸν Πασχὼρ υἱὸν Μελχίου καὶ Σοφονίαν υἱὸν Μανασσαίου τὸν ἱερέα λέγων

Ἐπερώτησον περὶ ἡμῶν τὸν κύριον, ὅτι βασιλεὺς Βαβυλῶνος ἐφέστηκεν ἐφʼ ἡμᾶς, εἰ ποιήσει Κύριος κατὰ πάντα τὰ θαυμάσια αὐτοῦ, καὶ ἀπελεύσεται ἀφʼ ἡμῶν.

Καὶ εἶπεν πρὸς αὐτοὺς Ἰερεμίας Οὕτως ἐρεῖτε πρὸς Σεδεκίαν βασιλέα Ἰούδα

Τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ μεταστρέφω τὰ ὅπλα τὰ πολεμικὰ ἐν οἷς ὑμεῖς πολεμεῖτε ἐν αὐτοῖς πρὸς τοὺς Χαλδαίους τοὺς συνκεκλεικότας ὑμᾶς ἔξωθεν τοῦ τείχους εἰς τὸ μέσον τῆς πόλεως ταύτης,

καὶ πολεμήσω ἐγὼ ὑμᾶς ἐν χειρὶ ἐκτεταμένῃ καὶ ἐν βραχίονι κραταιῷ μετὰ θυμοῦ καὶ ἀργῆς μεγάλης·

καὶ πατάξω πάντας τοὺς κατοικοῦντας ἐν τῇ πόλει ταύτῃ, τοὺς ἀνθρώπους καὶ τὰ κτήνη, ἐν θανάτῳ μεγάλῳ, καὶ ἀποθανοῦνται.

καὶ μετὰ ταῦτα οὕτως λέγει Κύριος Δώσω τὸν Σεδεκίαν βασιλέα Ἰούδα καὶ τοὺς παῖδας αὐτοῦ καὶ τὸν λαὸν τὸν καταλειφθέντα ἐν τῇ πόλει ταύτῃ ἀπὸ τοῦ θανάτου καὶ ἀπὸ τοῦ λιμοῦ [*](15 σοι] incep σον U+05D0* | αρκην AQᵃ pr α΄σ΄θ΄ ?? υιος Qmᵍ | ευφραινομενος] U+05D0AQ + ?? θ΄ ευφρανεν αυτον Qᵐᵍ 16 εστω] εσται A πολις U+05D0* (-λεις U+05D0c. ᵇ) | κατεστεψεν U+05D0* | ακουσατε U+05D0* (-τω U+05D0c.a (vid)) | μεσημβριας] pr ?? εν καιρω Qᵐᵍ 17 μητρα 1°] + μητρος AQ | η μητρα] om η Q | συλληψεως Qᵃ 18 μητρος U+05D0* | πονους] μοχθους U+05D0* (πον. U+05D0c.a ᵐᵍ) | om και 2° U+05D0* | διετε- λεσαν] pr ο U+05D0c.a ᵐᵍ vid XXI 1 tit om παρα Κυριου Q | Ιερεμιαν (Ιηρ. A)] + παρα κῡ Q | οτι A | om προς αυτον U+05D0* (hab U+05D0c.a ᵐᵍ) | Σοφονιαν] pr τον Q | Μανασσαιου] Μνασσαιου Bᵃᵇ Μασεου U+05D0 Μασσαιου A Μαασαιου Q | ιερεαν U+05D0* ερεα A* (ιερεα A¹) 2 βασιλευς] pr ο A pr α΄σ΄θ΄ ?? Ναβουχοδονοσορ Qᵐᵍ | ει] ειπως Qᵃ | Κυριος] + α΄θ΄ ?? μεθ ημω| Qmg | om αφ ημων U+05D0* (hab U+05D0¹) 3 om βασιλεα Ιουδα Q 4 Κυριος] + α΄σ΄ ?? ο ες Ιηλ Qᵐᵍ | μετα- στεφω U+05D0* | πολεμικα] + σ΄ τα εν χερσῑ| υμω| Qmᵍ | πολεμειτε] α΄σ΄θ΄ ?? τον βασιλεα Βαβυλωνος Qmᵍ | Χαλδεους U+05D0 | συνκεκλεικοτας (συγκεκλ. BᵇQ) συγκλειοντας A | υμας] ημας A | εις το μ.] pr θ΄ ?? ӄ συναξω αυτους Qᵐᵍ 5 εγω υμας] υμας εγω U+05D0 om εγω Q* (hab Qᵃ) | εν 1° ε U+05D0* (ν superscr U+05D0c.a ?) | εντεταμενη A | κραταιω] pr υψηλω U+05D0* pr υψ. (ӄ superscr) U+05D0c. ᵃ υψηλω Qmg | μεγαλης] και παροργισμου μεγαλου AQ 6 om εν 2° U+05D0* 7 ουτω U+05D0* | δωσω] παραδωσω Q | βασιλεαν U+05D0* | αυτου] αυτων U+05D0*)

268
[*](B) καὶ ἀπὸ τῆς μαχαίρας εἰς χεῖρας ἐχθρῶν αὐτῶν τῶν ζητούντων τὰς ψυχὰς αὐτῶν, καὶ κατακόψουσιν αὐτοὺς ἐν στόματι μαχαίρας· οὐ φείσομαι ἐπʼ αὐτοῖς, καὶ οὐ μὴ οἰκτειρήσω αὐτούς.

καὶ πρὸς τὸν λαὸν τοῦτον ἐρεῖς Τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ δέδωκα πρὸ προσώπου ὑμῶν τὴν ὁδὸν τῆς ζωῆς καὶ τὴν ὁδὸν τοῦ θανάτου·

ὁ καθήμενος ἐν τῇ πόλει ταύτῃ ἀποθανεῖται ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ, καὶ ὁ ἐκπορευὀμενος προσχωρῆσαι πρὸς τοὺς Χαλδαίους τοὺς συνκεκλεικότας ὑμᾶς ζήσεται, καὶ ἔσται ἡ ψυχὴ αὐτοῦ εἰς σκῦλα καὶ ζήσεται.

διότι ἐστήρικα τὸ πρόσωπόν μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά· εἰς χεῖρας βασιλέως Βαβυλῶνος παραδοθήσεται, καὶ κατακαύσει αὐτὴν ἐν πυρί.

Ὁ οἰκος βασιλέως Ἰούδα, ἀκούσατε λόγον Κυρίου·

οἶκος Δαυείδ, τάδε λέγει Κύριος Κρίνατε πρωὶ κρίμα καὶ κατευθύνατε, καὶ ἐξέλεσθε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτόν, ὅπως μὴ ἀναφθῇ ὡς πῦρ ἡ ὀργὴ μου καὶ καυθήσεται, καὶ οὐκ ἔσται ὁ σβέσων.

ἰδοὺ ἐγὼ πρὸς σὲ τὸν κατοικοῦντα τὴν κοιλάδα Σὸρ τὴν πεδινήν, τοὺς λέγοντας Τίς πτοήσει ἡμᾶς; ἢ τίς εἰσελεύσεται πρὸς τὸ κατοικητήριον;

καὶ ἀνάψω πῦρ ἐν τῷ δρυμῷ αὐτῆς, καὶ ἔδεται πάντα τὰ κύκλῳ αὐτῆς.