Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ οὐ κληθήσεται τῷ τόπῳ τούτῳ Διάπτωσις καὶ Πολυάνδριον υἱοῦ Ἑννόμ, ἀλλ᾿ ἢ Πολυάνδριον τῆς σφαγῆς.

καὶ σφάξω τὴν βουλὴν Ἰούδα καὶ τὴν βουλὴν Ἰερουσαλὴμ ἐν τῷ τόπῳ τούτῳ, καὶ καταβαλῶ αὐτοὺς ἐν μαχαίρᾳ ἐναντίον τῶν ἐχθρῶν αὐτῶν καὶ ἐν χερσὶν τῶν ζητούντων τὰς ψυχὰς αὐτῶν, καὶ δώσω τοὺς νεκροὺς αὐτῶν εἰς βρῶσιν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς,

καὶ κατάξω τὴν πόλιν ταύτην εἰς ἀφανισμὸν καὶ εἰς συριγμόν· πᾶς ὁ παραπορευόμενος ἐπʼ αὐτῆς σκυθρωπάσει καὶ συριεῖ ὑπέρ πάσης τῆς πληγῆς αὐτῆς.

καὶ ἔδονται τὰς σάρκας τῶν υἱῶν αὐτῶν καὶ τὰς σάρκας τῶν θυγατέρων αὐτῶν, καὶ ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ ἔδονται ἐν τῇ περιοχῇ καὶ πολιορκίᾳ ᾗ πολιορκήσουσιν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν.

καὶ συντρίψεις τὸν βικὸν κατʼ ὀφθαλμοὺς τῶν ἀνδρῶν τῶν ἐκπορευομένων μετὰ σοῦ,

καὶ ἐρεῖς Τάδε λέγει Κύριος Οὕτως συντρίψω τὸν λαὸν τοῦτον καὶ τὴν πόλιν ταύτην καθὼς συντρίβεται ἄγγος ὀστράκινον, ὃ οὐ δυνήσεται ἰαθῆναι.

ὅτι οὕτως ποιήσω, λέγει Κύριος, τῷ τόπῳ τούτῳ καὶ τοῖς κατοικοῦσιν ἐν αὐτῷ, τοῦ δοθῆναι τὴν πόλιν ταύτην ὡς τὴν διαπίπτουσαν.

καὶ οἶκοι [*](U+05D0AQ)[*](4 ων] + α΄ ?? οσα Qmg | εγκατελιπον] ενκατελιπομεν U+05D0 εγλατελειπον AQ | om με U+05D0* (hab U+05D0c.a (?) ᵐᵍ) | τον τοπον bis] pr α΄ ?? συν Qᵐᵍ 5 υψη- λα] pr τα Q* vid (postea ras: hab sub ?? Qmᵍ) | πυρι (πυρ U+05D0*)] + σ΄ ?? ολο- καυτωματα τω Βααλ Qᵐᵍ | ουκ] pr α U+05D0AQ ενετειλαμην] + ουδε ελαλησα AQ 6 τω τοπω] pr επι A | τουτω] + ετι BᵃᵇU+05D0Q | διαπτωσις] Θαφεθ ӄ φαραγξ Qmᵍ | πολυανδρειον (1°) U+05D0* (-δριον BᵇU+05D0AQ) | πολυανδρειον (2°) U+05D0* (-δριον U+05D0AQ)] φαραγξ Qᵐᵍ 7 σφαξω] κατασφαξω Q | μαχαιρη A | εναντι U+05D0Q | των ζητουντων] om των U+05D0* (superscr U+05D0c.a(?)) | ουρανου] + και τοις πετ.| του ουρ. Q* (improb Q1fort) 8 καταξω] ταξω AQ | την πολιν] pr α΄ συν Qmg | om εις 2° A | συρισμον U+05D0* (γ sup ras U+05D0?) Q | πορευομενος U+05D0* (παρα superscr U+05D0c.a (?)) | επ αυτης] επ αυτη Q | πασης] ταυτης U+05D0* (πασ. U+05D0c. ᵃ(?)) 9 om αυτων 2° U+05D0 | πολιορκια] pr εν U+05D0A pr εν τη Q | πολιορκησωσιν Q | ουτων 3°] + α΄σ΄θ΄ ?? ӄ οι ζητουντες τῆ| ψυχῆ| αυτωl Qmᵍ 10 βικον] + τουτον A 11 ερσις] προς αυτους Q | τον λαον] pr α΄ ?? σιν Qmᵍ | ιαθηναι] + ετι AQ + (post ετι) α΄θ΄ ?? ӄ εν τω Θαφεθ θαφουσῑ| παρα το μη υπαρχειν τοπον του θαψαι Qmᵍ 12 om οτι AQ | om ποιησω U+05D0* (superscr U+05D0c.a (?)) | λεγει Κυριος] ειπεν κς U+05D0 om A | τουτω] + λεγει κς A | om και A | την πολιν] pr α΄ ?? συν Qᵐᵍ | ταυτην (αυτην ??*)] om A | δια- πιπτουσαν] + γην U+05D0* (improb U+05D0?) 13 οικοι 1°] pr οι U+05D0 pr εσονται οι Q)

265
Ἰερουσαλὴμ καὶ οἶκοι βασιλέων Ἰουδὰ ἔσονται καθὼς ὁ τόπος ὁ [*](B) διαπίπτων, ἀπὸ τῶν ἀκαθαρσιῶν αὐτῶν ἐν πάσαις ταῖς οἰκίαις ἐν αἷς ἐθυμίασαν ἐπὶ τῶν δωμάτων αὐτῶν πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ καὶ ἔσπεισαν σπονδὰς θεοῖς ἀλλοτρίοις.

Καὶ ἦλθεν Ἰερεμίας ἀπὸ τῆς διαπτώσεως, οὗ ἀπέστειλεν αὐτὸν Κύριος ἐκεῖ τοῦ προφητεῦσαι, καὶ ἔστη ἐν τῇ αὐλῇ οἴκου Κυρίου καὶ εἶπε πρὸς πάντα τὸν λαόν

Τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὴν πόλιν ταύτην καὶ ἐπὶ πάσας τὰς πόλεις αὐτῆς καὶ ἐπὶ τὰς κώμας αὐτῆς ἀποντα τὰ κακὰ ἃ ἐλάλησα ἐπʼ αὐτήν, ὅτι ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν τοῦ μὴ εἰσακούειν τῶν ἐντολῶν μου.

Καὶ ἤκουσεν Πασχὼρ υἱὸς Ἐμμὴρ ὁ ἱερεύς, καὶ οὗτος ὖν καθεσταμένος ἡγούμενος οἴκου Κυρίου, τοῦ Ἰερεμίου προφητεύοντος τοὺς λόγους τούτους.

καὶ ἐπάταξεν αὐτόν, καὶ ἐνέβαλεν αὐτὸν εἰς τὸν καταράκτην ὃς ἦν ἐν πύλῃ οἴκου ἀποτεταγμένου τοῦ ὑπερῴου, ὃς ἦν ἐν οἴκῳ Κυρίου.

καὶ ἐξήγαγεν Πασχὼρ τὸν Ἰερεμίαν ἐκ τοῦ καταράκτου, καὶ εἶπεν αὐτῷ Ἰερεμίας Οὐχὶ Πασχὼρ ἐκάλεσεν Κύριος τὸ ὄνομά σου ἀλλ᾿ ἢ Μέτοικον.

διότι τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ δίδωμί σε εἰς μετοικίαν σὺν πᾶσι τοῖς φίλοις σου· καὶ πεσοῦνται ἐν μαχαίρᾳ ἐχθρῶν αὐτῶν, καὶ οἱ ὀφθαλμοί σου ὄψονται· καὶ σέ καὶ πάντα Ἰουδὰ δώσω εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ μετοικιοῦσιν αὐτοὺς καὶ κατακόψουσιν ἐν μαχαίραις.