Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

κἴπατε τῷ βασιλεῖ καὶ τοῖς δυναστεύουσιν Ταπεινώθητε καὶ καθίσατε, ὅτι καθῃρέθη ἀπὸ κεφαλῆς ὑμῶν στέφανος δόξης ὑμῶν.

πόλεις αἱ πρὸς νότον συνεκλείσθησαν, καὶ οὐκ ἧν ὁ ἀνοίγων· ἀποικίσθη Ἰούδας, συνετέλεσαν ἀποικίαν τελείαν.

Ἀνάλαβε ὀφθαλμούς σου, Ἰερουσαλήμ, καὶ ἴδὲ τοὺς ἐρχομένους ἀπὸ βορρᾶ· ποῦ ἐστιν τὸ ποίμνιον ὃ ἐδόθη σοι, πρόβατα δόξης σου;

τί ἐρεῖς ὅταν ἐπισκέπτωνταί σε ; καὶ σὺ ἐδίδαξας αὐτοὺς ἐπὶ σέ μαθήματα εἰς ἀρχήν· οὐκ ὠδῖνες καθέξουσίν σε καθὼς γυναῖκα τίκτουσαν;

καὶ ἐὰν εἴπῃς ἐν τῇ καρδίᾳ σου Διὰ τί ἀπήντησέν μοι ταῦτα; διὰ τὸ πλῆθος τῆς ἀδικίας σου ἀνεκαλύφθη τὰ ὀπίσθιά σου, παραδειγματισθῆναι τὰς πτέρνας σου.

κἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς; καὶ ὑμεῖς δυνήσεσθε εὖ ποιῆσαι μεμαθηκότες τὰ κακά.

καὶ διέσπειρα αὐτοὺς ὡς φρύγανα φερόμενα ἀπὸ ἀνέμου εἰς ἔρημον.

οὗτος ὁ κλῆρός σου καὶ μερὶς τοῦ ἀπειθεῖν ὑμᾶς ἐμοί, λέγει Κύριος· ὡς ἐπελάθου μου καὶ ἤλπισας ἐπὶ ψεύδεσιν,

κἀγὼ ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ τὸ πρόσωπόν σου, καὶ ὀφθήσεται ἡ ἀτιμία σου

καὶ [*](U+05D0AQ)[*](14 εν τω αυτω] επι το αυτο Q | οικτειρησω] incep τ U+05D0* postea οικτιρησω | διαφθορας] διασπορας U+05D0* (διαφθ. U+05D0c.a (?)) 15 ακουσατε] ακουσασθε U+05D0* (-σαται U+05D0c.a (?)) 16 υμων 1°] ημων A | σκοτεινα BᵃᵇAQ 17 om δε U+05D0AQ | ακουσητε] + α΄θ΄ ?? αυτου Qmg | κεκρυσμενως U+05D0* υβρεως] +α΄θ΄ ?? ӄ δακρυουσα δακρυσει Qᵐᵍ 18 om και καθισατε A | κεφαλης] pr της AQ om υμων 2° A 19 πολις U+05D0* (-λεις U+05D0c.b (?)) | απωκεισθη A | συνετε- λεσεν U+05D0AQ 20 ανελαβε A* (αναλ. Aᵃ) | οφθαλμιυς] pr τους AQmᵍ | Ιερουσαλημ] Ιηι Aa | βορραν U+05D0* | εσ|τιν U+05D0* εσ|τιν U+05D0? 21 μαθηματα] μαθητας A | καθως] ουχ ως A 22 om δια 1° A | αδικιας] κακιας A | ανεκαλυφθη] pr και U+05D0 απεκαλυφθη Q 23 Εθιοφ U+05D0* (Αιθ. U+05D0c.b (?)) | om αυτου A | δυνησεσθε] δυνησεται A | εποιησε U+05D0* (ευ ποιησε U+05D0c.a (?)) -σαι U+05D0c.b (?)) 24 om και U+05D0* (hab U+05D0c.a (?) ᵐᵍ) | διεσπειρα] διεφθειρα A | απο] υπο U+05D0AQ | ερημον] + τοπον A 25 κληρος] κληρονομος U+05D0 | om και 1° U+05D0Q | απειθειν υμας] ιθειν υμας sup ras pl fort litt Aa μου (μοι U+05D0*)] | pr νομου A | και 2°] η A* (και Aᵃ) 26 οπισω] οπισθια A | επι] κατα A | το προσωπον] om το AQ 27 om και 1° Q)

253
ἡ μοιχεία σου καὶ χρεμετισμός σου καὶ ἡ ἀπαλλοτρίωσις τῆς πορνείας [*](B) σου· ἐπὶ τῶν βουνῶν καὶ ἐν τοῖς ἀγροῖς ἑώρακα τὰ βδελύγματά σου. οὐαί σοι, Ἰερουσαλήμ, ὅτι οὐκ ἐκαθαρίσθης ὀπίσω μου, ἕως τίνος ἔτι;

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰερεμίαν περὶ τῆς ἀβροχίας.

Ἐπένθησεν ἡ Ἰουδαία, καὶ αἱ πύλαι αὐτῆς ἐκενώθησαν, καὶ ἐσκοτώθησαν ἐπὶ τῆς γῆς, καὶ ἡ κραυγὴ τῆς Ἰερουσαλὴμ ἀνέβη,

καὶ οἱ μεγιστᾶνες αὐτῆς ἀπέστειλαν τοὺς νεωτέρους αὐτῶν ἐφʼ ὕδωρ· ἤλθοσαν ἐπὶ τὰ φρέατα, καὶ οὐχ εὔροσαν ὕδωρ, καὶ ἀπέστρεψαν τὰ ἄγγια αὐτῶν κενά.

καὶ τὰ ἔργα τῆς γῆς ἐξέλιπεν, ὅτι οὐκ ἦν ὑετός· ἠσχύνθησαν οἱ γεωργοί, ἐπεκάλυψαν τὰς κεφαλὰς αὐτῶν.

καὶ ἔλαφοι ἐν ἀγρῷ ἔτεκον καὶ ἐνκατέλιπον, ὅτι οὐκ ἦν βοτάνη.

ὄνοι ἄγριοι ἔστησαν ἐπὶ νάπας· εἴλκυσαν ἄνεμον, ἐξέλιπον οἱ ὀφθαλμοὶ αὐτῶν, ὅτι οὐκ ἦν χόρτος.

Αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν· Κύριε, ποίησον ἡμῖν ἕνεκεν σοῦ, ὅτι πολλαὶ αἱ ἁμαρτίαι ἡμῶν ἐναντίον σοῦ, ὅτι σοὶ ἡμάρτομεν.