Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Δίκαιος εἶ, Κύριε, ὅτι ἀπολογήσομαι πρὸς σέ· πλὴν κρίματα λαλήσω πρὸς σέ. τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται; εὐθήνησαν πάντες οἱ ἀθετοῦντες ἀθετήματα;

ἐφύτευσας αὐτοὺς καὶ ἐριζώθησαν, ἐτεκνοποιήσαντο καὶ ἐποίησαν καρπόν· ἐγγὺς εἶ σὺ τοῦ στόματος αὺτῶν, καὶ πόρρω ἀπὸ τῶν νεφρῶν αὐτῶν·

καὶ σύ, Κύριε, γινώσκεις με, δεδοκίμακας τὴν καρδίαν μου ἐναντίον σου· ἅγνισον αὐτοὺς εἰς ἡμέραν σφαγῆς αὐτῶν.

ἕως πότε πενθήσει ἡ γῆ καὶ πᾶς ὁ χόρτος τοῦ ἀγροῦ ξηρανθήσεται ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ; ἠφανίσθησαν κτήνη καὶ πετεινά, ὅτι εἶπαν Οὐκ ὄψεται ὁ θεὸς ὁδοὺς ἡμῶν.

σοῦ οἱ πόδες τρέχουσιν καὶ ἐκλύουσίν σε· πῶς παρασκευάσῃ ἐφʼ ἵπποις; καὶ ἐν γῇ εἰρήνης οὐ πέποιθας· πῶς ποιήσεις ἐν φρυάγματι τοῦ Ἰορδάνου;

ὅτι καὶ οἱ ἀδελφοί σου καὶ ὁ οἶκος τοῦ πατρός σου, καὶ οὗτοι ἠθέτησάν σε, καὶ αὐτοὶ ἐβόησαν, ἐκ τῶν ὀπίσω σου ἐπισυνήχθησαν· μὴ πιστεύσῃς ἐν αὐτοῖς, ὅτι λαλοῦσιν πρὸς σὲ καλά.

Ἐνκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου, εἰς χεῖρας ἐχθρῶν αὐτῆς.

ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ· ἔδωκεν ἐπʼ ἐμέ τὴν φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν.

μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοί, ἢ σπήλαιον κύκλῳ αὐτῆς; βαδίσατε συνάγετε [*](21 Κυριος] + ο θς A | προφητευσης A 22 ιδου] pr σ΄θ΄ ?? δια τουτο ταδε U+05D0AQ λεγει κς των δυναμεω Qmg | αποθανουνται] πεσουνται A απολουνται Q* (απο- θαν. Qmg 23 εγκαταλειμμα Bᵃᵇ Q* ενκαταλειμμα A εγκαταλιμμα Qᵃ | οτι] και U+05D0 | om εν 1° Q | ενιαυτων U+05D0* (-τω U+05D0?) | επισκεψεως] επισκοπης Bᵃᵇ (vid)ᵐᵍ XII 1 αθετηματα] αθετημα U+05D0 αθετησει A 2 εριζωθησαν (ερρ. Q)] εριζωσαν U+05D0A | ετεκνοποιησαν U+05D0AQ | om και εποιησαν U+05D0 3 με] in μ ras aliq B? ε A (μ superscr A¹) + ?? ιδες με και Qmg | δεδοκιμακας] εδοκιμασας A | σου] μου U+05D0* (σου U+05D0?) + θ΄ ?? αθροισον αυτους ως προβατα εις σφαγη Qmg 4 ο χορτος] om ο A | om του αγρου A | εξηρανθησ. U+05D0* εν αυτη] ουτων A | ηφανισθησαν] ηφανισας A | οτι] και A 5 εκλυουσιν (-λυοσ. U+05D0*) εκλυσουσιν A | παρασκευαζη U+05D0 | ειφ U+05D0* (εφ U+05D0?) ου] σου U+05D0? (σ superscr) A συ Q | ποιησω U+05D0* (-σις U+05D0c.ᵃ (?)) | φυαγματι U+05D0* 6 om και 1° A | om και ουτοι A | λαλουσιν] λαλησουσιν BᵃᵇU+05D0AQ) | προς] επι A 7 εγκαταλελοιπα BᵇQ 8 εδωκαν U+05D0* 9 υαινης] ληστων (-τωη A -των Aᵃ?) A | om η σπηλαιον κυκλω αυτης A | σπηλαιον 2°] + ληστων (?? αδικιας) Qmg | βαδι- σατε] pr επ αυτην Q | συναγετε] συναγαγετε BᵃᵇU+05D0 (-ται) AQ pr και A)

250
[*](B) πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ ἐλθέτωσαν τοῖ φαγεῖν αὐτήν.

ποιμένες πολλοὶ διέφθειραν τὰν ἀμπελῶνά μου, ἐμόλυναν τὴν μερίδα μου, ἔδωκαν τὴν μερίδα τὴν ἐπιθυμητὴν μου εἰς ἔρημον ἄβατον,

ετέθη εἰς ἀφανισμὸν ἀπωλείας· δι᾿ ἐμὲ ἀφανισμῷ ἠφανίσθη πᾶσα ἡ γῆ, ὅτι οὐκ ἔστιν ἀνὴρ τιθέμενος ἐν καρδίᾳ.

ἐπὶ πᾶσαν διεκβολὴν ἐν τῇ ἐρήμῳ ἦλθον ταλαιπωροῦντες, ὅτι μάχαιρα τοῦ κυρίου καταφάγιται ἀπʼ ἄκρου τὴς γῆς, οὐκ ἔστιν εἰρήνη πάσῃ σαρκί.

σπείρατε πυροὺς καὶ ἄκανθαν θερίζετε· οἱ κλῆροι αὐτῶν οὐκ ὠφελήσουσιν αὐτοὺς· αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν, ἀπὸ ὀνειδισμοῦ ἔναντι Κυρίου.

Ὀτι τάδε λέγει Κύριος περὶ πάντων τῶν γειτόνων τῶν πονηρῶν, τῶν ἁπτομένων τῆς κληρονομίας μου ἦς ἐμέρισα τῷ λαῷ μου Ἰσραήλ Ἰδοὺ ἐγὼ ἀποσπῶ αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν, καὶ τὸν Ἰούδαν ἐκβαλῶ ἐκ μέσου αὐτῶν.

καὶ ἔσται μετὰ τὸ ἐκβαλεῖν με αὺτοὺς ἐπιστρέψω καὶ ἐλεήσω αὐτούς, καὶ κατοικιῶ αὐτοὺς ἕκαστον εἰς τὴν κληρονομίαν αὐτοῦ καὶ ἕκαστον εἰς τὴν γῆν αὐτοῦ.

καὶ ἔσται ἐὰν μαθόντες μάθωσι τὴν ὁδὸν τοῦ λαοῦ μου τοῦ ὀμνύειν τῷ ὀνόματί μου Ζῇ Κύριος. καθὼς ἐδίδαξαν τὸν λαόν μου ὀμνύειν τῇ Βάαλ, καὶ οἰκοδομηθήσεται ἐν μέσῳ τοῦ λαοῦ μου·

ἐὰν δὲ μὴ ἐπιστρέψωσιν, καὶ ἐξαρῶ τὸ ἔθνος ἐκεῖνο ἐξάρσει καὶ ἀπωλείᾳ.