Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου περὶ αὐτῶν ἐν δεήσει καὶ προσευχῇ, ὅτι οὐκ εἰσακούσομαι ἐν τῷ καιρῷ ἐν ᾧ ἐπικαλοῦνταί με, ἐν καιρῷ κακώσεως αὐτῶν.

τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησεν βδέλυγμα ; μὴ εὐχαὶ καὶ κρέα ἅγια ἀφελοῦσιν ἀπὸ σοῦ τὰς κακίας σου, ἢ τούτοις διαφεύξῃ;

ἐλαίαν ὡραίαν εὔσκιον τῷ εἴδει ἐκάλεσεν Κύριος τὸ ὄνομά σου· εἰς φωνὴν περιτομῆς αὐτῆς ἀνήφθη πῦρ ἐπʼ αὐτήν, μεγάλη ἡ θλίψις ἐπὶ σέ. ἠχρεώθησαν οἱ κλάδοι αὐτῆς,

καὶ Κύριος ὁ καταφυτεύσας σε ἐλάλησεν ἐπὶ σέ κακὰ ἀντὶ τῆς κακίας οἴκου Ἰσραὴλ καὶ οἴκου Ἰούδα, ὅτι ἐποίησαν ἑαυτοῖς τοῦ παροργίσαι με ἐν τῷ θυμιᾶν αὐτοὺς τῇ Βάαλ.

Κύριε, γνώρισύν μοι, καὶ γνώσομαι· τότε εἶδον τὰ ἐπιτηδεύματα αὐτῶν,

ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι οὐκ ἔγνων. ἐπʼ ἐμὲ ἐλογίσαντο λογισμὸν πονηρόν, λέγοντες Δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ οὐκέτι

Κύριε κρίνων δίκαια, δοκιμάζων νεφροὺς καὶ καρδίας, ἴδοιμι τὴν παρὰ σοῦ ἐκδίκησιν ἐξ αὐτῶν, ὅτι πρὸς σὲ ἀπεκάλυψα τὸ δικαίωμά μου.

διὰ τοῦτο τάδε λέγει [*](U+05D0AQ)[*](11 επι τον λαον τουτον] επ αυτους Q | εξ ουτων εξελθειν U+05D0 12 πολις U+05D0* (-λεις U+05D0c.b(?)) | κεκραξονται] ras 1 lit post κ 2° A¹ | θεους] + ουτων AQ | θυμι- ωσιν] εθυμιωσαν U+05D0 | αυτοις] + α΄θ΄ ?? ӄ σωτηρια Qmg | om μη σωσουσιν αυτου U+05D0* (hab ου μη σωσουσιν αυτους U+05D0c.ᵃᵐᵍ hab ӄ ου μη σ. αυτ. U+05D0c.ᵇᵐᵍ) | μη] pr ου Q | σωσουσιν] σουσουσιν A | τω καιρω] om τω AQ 13 κατ bis] κατα AQ | των πολεω] om των U+05D0Q | om σου 1° U+05D0 | εξοδων] pr των U+05D0 διοδων Q (sed δι rescr vid) α΄σ΄ εξοδων θ΄ αμφοδω| Qᵐᵍ | εταξατε] εταξαν U+05D0A |βωμους] pr α΄θ΄ ?? τη αισχυνη θυσιαστηρια Qmg | θυμιαν] pr του AQ 14 περι 1°] υπερ A | πρααυχη U+05D0* (σ superscr U+05D0?) | ισακουσω U+05D0* εισακουσομαι U+05D0c.ᵃ (?) | om εν 3° AQ 15 η ηγαπημενη] om η 1° U+05D0* (superscr U+05D0c.ᵃ(?)) 16 εκαλεσεν] + σε U+05D0* (postea improb) | επ αυτην] εν αυτη A | η θλιψις] om η U+05D0* (suberscr U+05D0c.ᵃ (?)) | ηχρειωθηπαν BᵃᵇQa | αυτης 2°] αυτος Bᵇvid 17 Κυριος] + των δυ- νομεων Q | σε 1°] ε U+05D0* (σε U+05D0c.ᵃ (?)) οικου 1°] σουι|κου U+05D0*vid | εποιησαν] in ο ras aliq B? | εαυτοις] αυτοις A 18 ιδον A 19 om δε U+05D0AQ | αγομενος U+05D0* (-νο| U+05D0c.ᵃ (?)) | εγνων] + α΄σ΄θ΄ ?? οτι Q* | πονηρον] om Q + κατα σου A | ενβαλωμεν U+05D0 εμβαλομεν A | αρτον] τραχηλον A* (pr αρτον Aᵃ) | εκτριφω U+05D0* (-μεν U+05D0c.ᵃ (?)) | το ονομα] om το A | ουκετι] ετι AQ 20 δοκιμαζων] pr και U+05D0 | εξ ουτων] εν αυτοις Q | δικαιωμα] δικαιω sup ras U+05D0?)

249
Κύρος ἐπὶ τοὺς ἄνδρας Ἀναθὼθ τοὺς ζητοῦντας τὴν ψυχήν μου, τοὺς [*](B) λέγοντας Οὐ μὴ προφητεύσεις ἐπὶ τῷ ὀνόματι Κυρίου, εἰ δὲ μή, ἀποθανῇ ἐν ταῖς χερσὶν ἡμῶν.

ὶδοὺ ἐγὼ ἐπισκέψομαι ἐπʼ αὐτοὺς· οἱ νεανίσκοι αὐτῶν ἐν μαχαίρᾳ ἀποθανοῦνται, καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν τελευτήσουσιν ἐν λιμῳ,

καὶ ἐνκατάλιμμα οὐκ ἔσται αὐτῶν, ὅτι ἐπάξω κακὰ ἐπὶ τοὺς κατοικοῦντας ἐν Ἀναθὼθ ἐν ἐνιαυτῴ ἐπισκέψεως οὐτῶν.

Δίκαιος εἶ, Κύριε, ὅτι ἀπολογήσομαι πρὸς σέ· πλὴν κρίματα λαλήσω πρὸς σέ. τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται; εὐθήνησαν πάντες οἱ ἀθετοῦντες ἀθετήματα;

ἐφύτευσας αὐτοὺς καὶ ἐριζώθησαν, ἐτεκνοποιήσαντο καὶ ἐποίησαν καρπόν· ἐγγὺς εἶ σὺ τοῦ στόματος αὺτῶν, καὶ πόρρω ἀπὸ τῶν νεφρῶν αὐτῶν·

καὶ σύ, Κύριε, γινώσκεις με, δεδοκίμακας τὴν καρδίαν μου ἐναντίον σου· ἅγνισον αὐτοὺς εἰς ἡμέραν σφαγῆς αὐτῶν.

ἕως πότε πενθήσει ἡ γῆ καὶ πᾶς ὁ χόρτος τοῦ ἀγροῦ ξηρανθήσεται ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ; ἠφανίσθησαν κτήνη καὶ πετεινά, ὅτι εἶπαν Οὐκ ὄψεται ὁ θεὸς ὁδοὺς ἡμῶν.

σοῦ οἱ πόδες τρέχουσιν καὶ ἐκλύουσίν σε· πῶς παρασκευάσῃ ἐφʼ ἵπποις; καὶ ἐν γῇ εἰρήνης οὐ πέποιθας· πῶς ποιήσεις ἐν φρυάγματι τοῦ Ἰορδάνου;

ὅτι καὶ οἱ ἀδελφοί σου καὶ ὁ οἶκος τοῦ πατρός σου, καὶ οὗτοι ἠθέτησάν σε, καὶ αὐτοὶ ἐβόησαν, ἐκ τῶν ὀπίσω σου ἐπισυνήχθησαν· μὴ πιστεύσῃς ἐν αὐτοῖς, ὅτι λαλοῦσιν πρὸς σὲ καλά.

Ἐνκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου, εἰς χεῖρας ἐχθρῶν αὐτῆς.

ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ· ἔδωκεν ἐπʼ ἐμέ τὴν φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν.

μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοί, ἢ σπήλαιον κύκλῳ αὐτῆς; βαδίσατε συνάγετε [*](21 Κυριος] + ο θς A | προφητευσης A 22 ιδου] pr σ΄θ΄ ?? δια τουτο ταδε U+05D0AQ λεγει κς των δυναμεω Qmg | αποθανουνται] πεσουνται A απολουνται Q* (απο- θαν. Qmg 23 εγκαταλειμμα Bᵃᵇ Q* ενκαταλειμμα A εγκαταλιμμα Qᵃ | οτι] και U+05D0 | om εν 1° Q | ενιαυτων U+05D0* (-τω U+05D0?) | επισκεψεως] επισκοπης Bᵃᵇ (vid)ᵐᵍ XII 1 αθετηματα] αθετημα U+05D0 αθετησει A 2 εριζωθησαν (ερρ. Q)] εριζωσαν U+05D0A | ετεκνοποιησαν U+05D0AQ | om και εποιησαν U+05D0 3 με] in μ ras aliq B? ε A (μ superscr A¹) + ?? ιδες με και Qmg | δεδοκιμακας] εδοκιμασας A | σου] μου U+05D0* (σου U+05D0?) + θ΄ ?? αθροισον αυτους ως προβατα εις σφαγη Qmg 4 ο χορτος] om ο A | om του αγρου A | εξηρανθησ. U+05D0* εν αυτη] ουτων A | ηφανισθησαν] ηφανισας A | οτι] και A 5 εκλυουσιν (-λυοσ. U+05D0*) εκλυσουσιν A | παρασκευαζη U+05D0 | ειφ U+05D0* (εφ U+05D0?) ου] σου U+05D0? (σ superscr) A συ Q | ποιησω U+05D0* (-σις U+05D0c.ᵃ (?)) | φυαγματι U+05D0* 6 om και 1° A | om και ουτοι A | λαλουσιν] λαλησουσιν BᵃᵇU+05D0AQ) | προς] επι A 7 εγκαταλελοιπα BᵇQ 8 εδωκαν U+05D0* 9 υαινης] ληστων (-τωη A -των Aᵃ?) A | om η σπηλαιον κυκλω αυτης A | σπηλαιον 2°] + ληστων (?? αδικιας) Qmg | βαδι- σατε] pr επ αυτην Q | συναγετε] συναγαγετε BᵃᵇU+05D0 (-ται) AQ pr και A)

250
[*](B) πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ ἐλθέτωσαν τοῖ φαγεῖν αὐτήν.

ποιμένες πολλοὶ διέφθειραν τὰν ἀμπελῶνά μου, ἐμόλυναν τὴν μερίδα μου, ἔδωκαν τὴν μερίδα τὴν ἐπιθυμητὴν μου εἰς ἔρημον ἄβατον,