Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει καὶ μὴ ἐν θυμῷ, ἵνα μὴ ὀλίγους ἡμᾶς ποιήσῃς.

[*](U+05D0AQ)[*](χρυσοχοου υακινθος ӄ πορφυρα το ενδυμα αυτω| εργα σοφων παντα (10) ο δε κς θκ αληθινος εστι θς ζων ӄ βασιλευς αιωνιος απο του θυμου αυτου σαλευ- θησεται η γη και ουχ υποισουσιν εθνη την οργην αυτου Qmᵍ 11 υπο- κατωlεν U+05D0* (-τωθεν U+05D0¹) 12 ο ανορθωσας (ανοθ. U+05D0* ανορθ. U+05D01 (vid))] om ο Q* vid | τη φρονησει] pr εν Q ουρανον] θ΄ ?? εις φωνη| δοντος αυτου Qᵐᵍ 13 γης] ης U+05D0* (γης U+05D0c) | φως] ανεμους Q | αυτου] αυτων U+05D0* (-του U+05D0?) 14 κατεσχυνθη U+05D0* καταισχ. U+05D0c.b | εχωνευσαν U+05D0Q 15 εμπεπαιγμενα Bᵃᵇ U+05D0c.b (εμπαιπ.) AQ | 16 μερις] pr η Q | αυτος] + α΄θ΄ ?? εστι ӄ Ιηλ ραβδος Qmg | αυτω] αυτου A 17 κατοικουσα] pr η A 18 θλιψει] + και εκθλιψω αυτους Qmg 19 αργηρα U+05D0* (αλγ. U+05D0c.a, c.b) | καγω] και εγω AQ | σου 3°] om A μου Q | και] ουκ A | εκατελαβεν A | σε] με AQ 20 σου bis] μου Q | ωλετο] ωχετο U+05D0* (ωλ. U+05D0c.ᵃ) | δερρις U+05D0* (-ρεις U+05D0c.b) | μου 1°] μοι A* vid 21 ποιμενες] + μου A | ηυφρονευσαντο A | ουκ 1°] κ U+05D0* (ουκ U+05D0c. ᵃ) | εζητησαν] εξεζητ. U+05D0AQ | ενοησεν] ηνομησεν U+05D0* (ενοησ. U+05D01.c.a) 22 πολις U+05D0* (-λεις U+05D0c.ᵇ) | Ουδα A* (Ιουδ. A¹) 23 Κυριε] κν U+05D0* vid (κε U+05D0¹) | ουχι] pr τ U+05D0* (postea ras) | πορειαν (-ριαν A)] πονηριαν U+05D0* (ποριαν U+05D0c.c (vid)) 24 ποιησεις (-σις U+05D0* -σεις U+05D0c.b) U+05D0A)
247

ἔκχεον τὸν θυμόν σου ἐπὶ ἔθνη τὰ μὴ εἰδότα σε καὶ ἐπὶ γενεὰς αἱ τὸ [*](Β) ὄνομά σου οὺκ ἐκεκαλέσαντο. ὅτι κατέφαγον τὸν Ἰακὼβ καὶ ἐξανήλωσαν αὐτόν, καὶ τὴν νομὴν αὐτοῦ ἠρήμωσαν.

Ὁ λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἰερεμίαν λέγων

Ἀκούσατε τοὺς λόγους τῆς διαθήκης ταύτης, καὶ λαλήσεις πρὸς ἄνδρας Ἰούδα καὶ πρὸς τοὺς κατοικοῦντας ἐν Ἰερουσαλήμ·

καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Ἐπικατάρατος ὁ ἄνθρωπος ὃς οὐκ ἀκούσεται τῶν λόγων τῆς διαθήκης ταύτης,

ἧς ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν ἐν ἡμέρᾳ ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐκ καμίνου τῆς σιδηρᾶς, λέγων Ἀκούσατε τῆς φωνῆς μου καὶ ποιήσατε πάντα ὅσα ἐὰν ἐντείλωμαι ὑμῖν, καὶ ἔσεσθέ μοι εἰς λαὸν καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς θεόν,

ὅπως στήσω τὸν ὅρκον μου ὃν ὤμοσα τοῖς πατρέσιν ὑμῶν, τοῦ δοῦναι αὐτοῖς γῆς ῥέουσαν γάλα καὶ μέλι καθὼς ἡ ἡμέρα αὕτη. καὶ ἀπεκρίθην καὶ εἶπα Γένοιτο, Κύριε.

καὶ εἶπεν Κύριος πρὸς μέ Ἀνάγνωθι τοὺς λόγους τούτους ἐν πολεσιν Ἰούδα καὶ ἔξωθεν Ἰερουσαλὴμ λέγων Ἀκούσατε τοὺς λόγους τῆς διαθήκης ταύτης καὶ ποιήσατε αὺτούς.

καὶ οὐκ ἐποίησαν.

Καὶ εἶπεν Κύριος πρὸς μέ Εὑρέθη σύνδεσμος ἐν ἀνδράσιν Ἰούδα καὶ ἐν τοῖς κατοικοῦσιν ἐν Ἰερουσαλήμ·

ἐπεστράφησαν ἐπὶ τὰς ὰδικίας τῶν πατέρων αὐτῶν τῶν πρότερον, οἳ οὐκ ἠθέλησαν εἰσακοῦσαι τῶν λόγων μου, καὶ ἰδοὺ αὐτοὶ πορεύονται ὀπίσω θεῶν ἀλλοτρίων τοῦ δουλεύειν αὐτοῖς, καὶ διεσκέδανσαν αἶκος Ἰούδα τὴν διαθήκην μου ἣν διεθέμην πρὸς τοὺς πατέρας αὐτῶν.

διὰ τοῦτο [*](25 τον θυμον] την οργην Α | ειδοτα] ιδοντα Α | γενεας] βασιλεαις Q | κατεφαγεσαν U+05D0AQ τεφαγεσαν U+05D0*Q | αυτον] τον Ιηλ AQ + x και συνετελεσαν αυτου Qmg | τον νομον U+05D0* (την νομην U+05D0c a(?)) ΧΙ tit προς Ιερεμιαν παρα κυ Q 2 om προς 2° AQ | om εν AQ 3 ο ανθρωπος] om o U+05D0 | ακουσεται ] ακουσει U+05D0 | των λογων] της φωνης U+05D0 4 ης] ην Α | υμων] ημων Α | εν η ημερα Q | Εγυπτυ U+05D0* (Αιγ. U+05D0c.b(?)) | καμινου] pr της U+05D0c.a mgQ | της σιδ.] τ sup ras Ba | εαν] om A αν εγω Q | εντειλωμαι] εντελλομαι Q 5 υμων] ημων Α | om και 1° Β* (superscr Bab) | καθως] ως Α 6 τους λογους] pr α΄ συμ- παντας Qmg 8 εποιησαν] Ωρ. θ΄ οτι επιμαρτυρια επεμαρτυραμην τοις πατρασιν υμων εν ημερα αναγαγοντος μου αυτους εκ γης Αιγυπτου και εως της ημερας ταυτης ορθριζων και επιμαρτυρομενος λεγων ακουσατε της φωνης μον και ουκ ηκουσαν ӄ εξεκλιναν το ους αυτων ӄ επορευθησαν ανηρ εν τη ευθυτητι της καρδιας αυτου της πονηρας ӄ επηγαγον επ αυτους παντας τους λογους της διαθηκης ταυτης ης ενετειλαμην ποιειν αυτοις και ουκ εποιησαν Qmg 9 αν- δρασιν] πολεσι| Α | om εν 3° U+05D0AQ 10 προτερων U+05D0 | ηθελησαν] ηθελον U+05D0ΑQ | εισακουσαι ] υπακουσε U+05D0* (-σαι U+05D0c.b(?)) ακουσαι A | προευονται] βαδι- ζουσιν U+05D0AQ | διεσκεδασεν Α | οικος bis] pr o Q | τους πατ.] αυτους πατ. Q*)

248
[*](B) τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακὰ ἐξ ὧν οὐ δυνήσονται ἐξελθεῖν ἐξ αὐτῶν, καὶ κεκράξονται πρὸς μὲ καὶ οὐκ εἰσακούσομαι αὐτῶν.

καὶ πορεύσονται πόλεις Ἰούδα καὶ οἱ κατοικοῦντες Ἰερουσαλὴμ καὶ κεκράξονται πρὸς τοὺς θεοὺς οἷς αὐτοὶ θυμιῶσιν αὐτοῖς, μὴ σώσουσιν αὐτοὺς ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν.

ὅτι κατʼ ἀριθμὸν τῶν πόλεών σου ἦσαν θεοί σου, Ἰούδα, καὶ κατʼ ἀριθμὸν ἐξόδων τῆς Ἰερουσαλὴμ ἐτάξατε βωμοὺς θυμιῶν τῇ Βάαλ.

καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου περὶ αὐτῶν ἐν δεήσει καὶ προσευχῇ, ὅτι οὐκ εἰσακούσομαι ἐν τῷ καιρῷ ἐν ᾧ ἐπικαλοῦνταί με, ἐν καιρῷ κακώσεως αὐτῶν.

τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησεν βδέλυγμα ; μὴ εὐχαὶ καὶ κρέα ἅγια ἀφελοῦσιν ἀπὸ σοῦ τὰς κακίας σου, ἢ τούτοις διαφεύξῃ;

ἐλαίαν ὡραίαν εὔσκιον τῷ εἴδει ἐκάλεσεν Κύριος τὸ ὄνομά σου· εἰς φωνὴν περιτομῆς αὐτῆς ἀνήφθη πῦρ ἐπʼ αὐτήν, μεγάλη ἡ θλίψις ἐπὶ σέ. ἠχρεώθησαν οἱ κλάδοι αὐτῆς,

καὶ Κύριος ὁ καταφυτεύσας σε ἐλάλησεν ἐπὶ σέ κακὰ ἀντὶ τῆς κακίας οἴκου Ἰσραὴλ καὶ οἴκου Ἰούδα, ὅτι ἐποίησαν ἑαυτοῖς τοῦ παροργίσαι με ἐν τῷ θυμιᾶν αὐτοὺς τῇ Βάαλ.

Κύριε, γνώρισύν μοι, καὶ γνώσομαι· τότε εἶδον τὰ ἐπιτηδεύματα αὐτῶν,

ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι οὐκ ἔγνων. ἐπʼ ἐμὲ ἐλογίσαντο λογισμὸν πονηρόν, λέγοντες Δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ οὐκέτι