Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ΤΟ ῥῆμα τοῦ θεοῦ ὃ ἐγένετο ἐπὶ Ἰερεμίαν τὸν τοῦ Χελκίουυ [*](B) ἐκ τῶν ἱερέων, ὃς κατῴκει ἐν Ἀναθὼθ ἐν γῇ Βενιαμείν·

ὃς ἐγενήθη λόγος τοῦ θεοῦ πρὸς αὐτὸν ἐν ταῖς ἡμέραις Ἰ ωσεία υἱοῦ Ἀμὼς βασιλέως ούδα, ἔτους τρισκαιδεκάτου ἐν τῇ βασιλείᾳ αὐτοῦ.

καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἰωακεὶμ υἱοῦ Ἰωσεία βασιλέως Ἰούδα ἕως ἑνδεκάτου ἔτους τοῦ Σεδεκία υἱοῦ Ἰωσεία βασιλέως Ἰούδα, ἕως τῆς αἰχμαλωσίας Ἰερουσαλὴμ ἐν τῷ πέμπτῳ μηνί.

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς αὐτόν

Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἡγίακά σε, προφήτην εἰς ἔθνη τέθεικά σε.

καὶ εἶπα Ὁ ὣν δέσποτα Κύριε, ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερος ἐγὼ εἰμι.

καὶ εἶπεν Κύριος πρὸς μέ Μὴ λέγε ὅτι Νεώτερος ἐγὼ εἰμι, ὅτι πρὸς πάντας οὓς ἐὰν ἐξαποστείλω σε πορεύσῃ, καὶ κατὰ πάντα ὅσα ἐὰν ἐντείλωμαί σοι λαλήσεις.

μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος.

καὶ ἐξέτεινεν Κύριος τὴν χεῖρα αὐτοῦ πρὸς μέ καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπεν Κύριος πρὸς μέ Ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου.

ἰδοὺ καθέστακά σε σήμερον ἐπὶ ἔθνη καὶ βασιλείας, ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν καὶ ἀνοικοδομεῖν καὶ καταφυτεύειν.

[*](Ιnscr Ιερεμιας BU+05D0A Ιερ. προφητης Q I 1 επι Ιερ.] επ Ιηρεμιαν U+05D0AQ A | κατωκει] κατοικησει U+05D0* (-κει U+05D0?) | Αναθωθ] ναθ sup ras U+05D0¹ 2 του θεου] θυ A κυ Q | Ιωσια BᵇA Ιωσιου Q | βασιλια U+05D0* (-λεια U+05D0c.b) 3 Ιωσεια 1°] Ιωσια Bᵇ Ιωσιου Q | εως 1°] pr ӄ U+05D0c.a (ras Bc.b) | ενδεκατου] pr συντε- λιας U+05D0* (-λειας U+05D0c.b) | του Σεδ.] om του U+05D0Q | Σεδεκιου Q | Ιωσεια 2°] Ιωσια BᵇU+05D0 Ιωσειου A Ιωσιου Q 4 αυτον] με λεγων AQ 5 εν κοιλια] εκ κοιλιας A | σε εξελθειν] εξελθειν σε A + εκ μητρας Bᵃᵇᵐᵍ U+05D0AQ 7 εαν 1°] αν AQ | οσα] οσ U+05D0* (οσα U+05D0c.a) | εαν 2°] αν AQ 8 φοβης A | om εγω U+05D0Q | εξειρεισθαι B* (εξαιρ. Bᵃᵇ) 9 λογοις U+05D0* (λογους U+05D0c.b) | σου] μου U+05D0*vid (σ sup ras U+05D0¹) 10 om ιδου A | κατεστακα BU+05D0A | βασιλειας (-λιας U+05D0* -λειας U+05D0c.b)] επι βασιλεις AQ*vid (επι βασιλειας Q¹) | απολλυειν] + α΄θ΄ ?? και κατασπαν Qmg | om και ανοικοδ. και καταφυτευειν A)
224
[*](B)

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων Τί σὺ ὁρᾷς; καὶ εἶπα Βακτηρίαν καρυίνην.

καὶ εἶπεν Κύριος πρὸς μέ Καλῶς ἑώρακας, διότι ἐγρήγορα ἐγὼ ἐπὶ τοὺς λόγους μου τοῦ ποιῆσαι αὐτοὺς.

καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ ἐκ δευτέρου λέγων Τί σὺ ὁρᾷς; καὶ εἶπα Λέβητα ὑποκαιόμενον, καὶ τὸ πρόσωπον αὐτοῦ ἀπὸ προσώπου βορρᾶ.