Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

καὶ ἔσονται οἱ μακαρίζοντες [*](4 om Κυριος Β pl. 5 εγενηθησαν] εγενοντο Β. 6 εγεννηθη °) ℵBQ a? ημιν 1°] υμιν Q*. om και ° B 109. ημιν 2°] υμιν ℵ*A. τε) ℵΒ pl. om θαυμαστος...αιωνος ℵ*ΒQ al. ισχυρος] pr θεος ℵ ca V 22 al. εγω γαρ αξω] αξω γαρ Β pl. om ειρηνην 2° B (109 304). ℵ*ΑΒ*Q*. 7 om αυτης ℵ*Β al. εν κριμ. κ. εν δικαιοσυνη Β pl. om χρονον ℵ) B al. 8 θανατον] λογον ℵ 93 al. 9 καθημενοι ℵ*Β pl. εν υβρει ℵΓ. 10 κοψωμεν BQ pl εκκοψωμε Α*). ωκοδομησωμεν Α. 11 επανισταμενους MSS exc ℵ*Α. ορος ℵBQ pl. αυτους] αυτον BQ pl. αυτων] αυτου V 24 al Ιουδα 22 51 al om BQ. 12 Ισραηλ] λαον μου 48 106 al. 13 επεστραφη Β pl. εζητησαν ℵ*Β al.)

16
τὸν λαὸν τοῦτον πλανῶντες, καὶ πλανῶσιν ὅπως καταπίωσιν αὐτούς.

διὰ τοῦτο ἐπὶ τοὺς νεανίσκους οὐκ εὐφρανθήσεται ὃ θεός, καὶ τοὺς ὀρφανοὺς αὐτῶν καὶ τὰς χήρας αὐτῶν οὐκ ἐλεήσει· ὅτι πάντες ἄνομοι καὶ πονηροί, καὶ πᾶν στόμα λαλεῖ ἄδικα. ἐπὶ πᾶσι τούτοις οὒκ ἀπεστράφη ὃ θυμός, ἀλλ’ ἔτι ἡ χεὶρ ὑψηλή.

Καὶ καυθήσεται ὡς πῦρ ἡ ἀνομία, καὶ ὡς ἄγρωστις ξηρὰ βρωθήσεται ὑπὸ πυρός· καὶ καυθήσεται ἐν τοῖς δάσεσιν τοῦ δρυμοῦ, καὶ συγκαταφάγεται τὰ. κύκλῳ τῶν βουνῶν πάντα·

διὰ θυμὸν ὀργῆς Κυρίου συγκαυθήσεται ἡ γῆ ὅλη, καὶ ἔσται ὃ λαὸς ὡς ὑπὸ πυρὸς κατακεκαυμένος. ἅνθρωπος τὸν ἀδελφὸν αὑτοῦ οὐκ ἐλεήσει,

ἀλλὰ ἐκκλινεῖ εἷς τὰ δεξιά, ὅτι πεινάσει, καὶ φάγεται ἐκ τῶν ἀριστερῶν, καὶ οὗ μὴ ἐμπλησθῇ, ἅνθρωπος ἔσθων τὰς σάρκας τοῦ βραχίονος [τοῦ ἀδελφοῦ] αὐτοῦ.

φάγεται γὰρ Μαννασσὴ τοῦ Ἐφράιμ, καὶ Ἐφράιμ τοῦ Μαννασσή. ὅτι ἅμα πολιορκήσουσιν τὸν Ἰούδαν. ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλ’ ἔτι ἡ χεὶρ

Οὐαὶ τοῖς γράφουσιν πονηρίαν· γράφοντες γὰρ πονηρίαν γράφουσιν,

ἐκκλίνοντες κρίσιν πτωχῶν, καὶ ἁρπάζοντες κρίμα πενήτων τοῦ λαοῦ μου, ὥστε εἶναι αὐτοῖς χήραν εἷς ἁρπαγήν, καὶ ὀρφανὸν εἷς προνομήν.

καὶ τί ποιήσουσιν ἐν τῇ ἡμέρᾳ ἐπισκοπῆς ; ἡ γὰρ θλίψις ὑμῖν πόρρωθεν ἥξει· καὶ πρὸς τίνα καταφεύξεσθε τοῦ βοηθηθῆναι; καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν,

τοῦ μὴ ἐμπεσεῖν εἰς ἐπαγωγήν; καὶ ὑποκάτω ἀνῃρημένων πεσοῦνται. ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη ὃ θυμός, ἀλλ’ ἔτι ἡ χεὶρ ὑψηλή.

Οὐαὶ Ἀσσυρίοις, ἡ ῥάβδος τοῦ θυμοῦ μου καὶ ὀργῆς ἐν ταῖς χερσὶν αὐτῶν.

τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστέλλω, καὶ τῷ ἐμῷ λαῷ συντάξω τοῦ ποιῆσαι σκῦλα καὶ προνομήν, καὶ καταπατεῖν τὰς πόλεις καὶ θεῖναι αὐτὰς εἷς κονιορτόν.

αὐτὸς δὲ οὐχ οὕτως [*](16 καταπινωσιν Β al. 17 νεανισκους] αυτων ΜSS exc A. o θεος] o κυριος Β κυριος 97 al. 19 συγκαυθησεται] συγκεκαυται MSS exc A 144. 20 εσθω Α* (-θων Α 1). om του αδελφου MSS exc A 26 Χ 2 om και ° 1° pl et rapientes Lucifer. κριματα ℵQ 22 106 301 3 om εν ℵ*B 48 al. της επισκοπης MSS exc A. 4 απαγωγην BQ 22 93 pl. om και υποκ. ανηρημ. πεσουνται ΒQ* (24? 41?) 40. πασι τουτοις ℵB pl. ο θυμος] + αυτου 36 al η οργη B. 5 οργης] η οργη BV 41 + εστιν MSS exc A. 6 αποστελω ℵ c.b BQ pl αποστρεψω ℵ* αποστελλω Α). om του Β (41? 109?))

17
ἐνεθυμήθη, καὶ πῆ ψυχῇ οὔχ οὕτως λελόγισται· ἀλλὰ ἀπαλλάξει ὃ νοῦς αὐτοῦ, καὶ τοῦ ἐξολεθρεῦσαι ἔθνη οὐκ ὀλίγα.

καὶ ἐὰν εἴπωσιν αὐτῷ Σὺ μόνος εἶ ἅρχων,

καὶ ἐρεῖ Οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω Βαβυλῶνος καὶ Χαλαννή, οὗ ὃ πύργος ᾠκοδομήθη ; καὶ ἔλαβον Ἀραβείαν καὶ Δαμασκὸν καὶ Σαμάρειαν·

ὃν τρόπον ταύτας ἔλαβον ἐν τῇ χειρί μου, καὶ πάσας τὰς χώρας λήμψομαι. ὀλολύξατε, τὸ, γλυπτὰ ἐν Ἰερουσαλὴμ καὶ ἐν Σαμαρείᾳ·

ὃν τρόπον γὰρ ἐποίησα Σαμαρείᾳ καὶ τοῖς χειροποιήτοις <αὐτῆς,> οὕτως ποιήσω καὶ Ἰερουσαλὴμ καὶ τοῖς εἰδώλοις αὐτῆς.

Καὶ ἔσται ὅταν συντελέσῃ Κύριος πάντα ποιῶν έν τῷ ὄρει Σιὼν καὶ ἐν Ἰερουσαλήμ, ἐπάξει ἐπὶ τὸν νοῦν τὸν μέγαν, τὸν ἄρχοντα τῶν Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ.

εἶπεν γὰρ Τῇ ἰσχύι ποιήσω, καὶ <τῆ σοφίᾳ. τῆς συνέσεως> ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν προνομεύσω·

καὶ σείσω πόλεις κατοικουμένας, καὶ τὴν οἰκουμένην ὅλην καταλήμψομαι τῇ χειρί μου ὡς νοσσιάν, καὶ ὡς καταλελιμμένα ὠᾶ ἀρῶ· καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με ἢ ἀντείπῃ μοι.