Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

ἀλλ᾿ ἡ κεφαλὴ Ἀρὰμ Δαμασκός, καὶ ἡ κεφαλὴ Δαμασκοῦ ῾Ρασείν· ἀλλ᾿ ἔτι ἐξήκοντα καὶ πέντε ἐτῶν ἐκλείψει ἡ βασιλεία Ἐφράιμ ἀπὸ λαοῦ.

καὶ ἡ κεφαλὴ Ἐφράιμ Σομορών, καὶ ἡ κεφαλὴ Σομορὼν υἱὸς τοῦ ῾Ρομελίου· καὶ ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε.

Καὶ προσέθετο θετο Κύριος λαλῆσαι τῷ Ἀχὰζ λέγων

αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος.

καὶ εἶπεν Ἀχάζ Οὐ μὴ αἰτήσω, οὐδ᾿ οὐ μὴ πειράσω Κύρων.

καὶ εἶπεν Ἀκούσατε δή, οἷκος Δαυείδ. μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις, καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα;

διὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἔξει καὶ τέξεται υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ·

βούτυρον βούτυρον καὶ μέλι φάγεται· πρὶν ἤ γνῶναι αὐτὸν προελέσθαι πονηρά, ἐκλέξεται τὸ ἀγαθόν·

διότι πρὶν ἢ γνῶναι τὸν παιδίον ἀγαθὸν ἡ κακόν, ἀπειθεῖ πονηρίᾳ. τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν, καὶ καταλειφθήσεται ἡ γῆ ἥν σὺ φοβῇ ἀπὸ προσώπου αὐτῶν.

ἀλλὰ ἐπάξει ὁ θεὸς ἐπὶ σὲ καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου ἡμέρας αἵ οὔπω ἦκασιν ἀφ᾿ [*](3 υιος] αδελφος Α. om του 1° ℵΒ. 5 περι σου βουλ. πον. λεγοντες ℵ om περι σου λεγοντες Β. περι] κατα 22 al. λεγοντες] pr Εφραιμ και o υιος του Ρομελιου V 22 (62) al. 6 Ιουδαιαν] Ιδουμαιαν Α + και κακωσωμεν αυτην 22 (51) al. αποστρεψομεν Β pl. αυτοις 2°] αυτης Mss exc ΑΓ 24 41 104 305. 7 μεινη Β pl. 14 αυτος] αυτοις Α a?. εξει] λημψεται Β pl. καλεσεις] καλεσει ℵ καλεσετε Q* 22 al καλεσουσι [Γ] 26 106 al. 15 προελεσθαι] pr η MSS exc A 93 conj. προεσθαι Schleusner περιελεσθαι Ed. εκλεξεται] εκλεξασθαι ℵ*Β al. 16 απειθει] conj. απωθει Wolf απειθειν Schleusner. πονηριαν 93 305. om του ℵB al. αυτων] των δυο βασιλεων ΜSS exc A.)

12
ἧς ἡμέρας ἀφεῖλεν Ἐφράιμ ἀπὸ Ἰούδα, τὸν βασιλέα τῶν Ἀσσυρίων.