Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

Καὶ ἐγένετο ἐν ταῖς ἡμέρως Ἀχάζ τοῦ Ἰωαθὰμ τοῦ υἱοῦ Ὀζίου βασιλέως Ἰούδα ἀνέβη ῾Ραασσὼν βασιλεὺς Ἀρὰμ καὶ Φάκεε υἱὸς ῾Ρομελίου βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἰερουσαλὴμ πολεμῆσαι αὐτήν, καὶ οὐκ ἠδυνήθησαν πολιορκῆσαι αὐτήν.

καὶ ἀνηγγέλη εἰς τὸν οἶκον Δαυεὶδ λέγοντες Συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφράιμ· καὶ ἐξέστη ἡ αὐτοῦ καὶ ἡ τοῦ λαοῦ αὐτοῦ, ὅταν ὃν τρόπον ἐν δρυμῷ [*](4 ενεπλησθη BQ a pl. 5 ειπον Β pl. καανενυγμαι] τιμωρουμε 106. 6 χειρι] + αυτου 24 36 al. om πυρος ℵBQ pl. 9 ακουσητε ΑΓ 91 97 (-ται 106) 147 233. 10 om αυτων 2° B. 13 εκσπασθη] εκπεση MSS exc A 106 301. απο] εκ Β pl om 301 txt ℵAQ 26 106. αυτης] + σπερμα αγιον το στηλωμα αυτης 22 87 pl. VII 1 Ραασσων] Ρασειν Β. 2 λεγοντες] λεγων ℵΒ λεγοντων 22 109 al. ον τροπον οταν Q 36 62 106 301 al om ρταν ℵΒ 22 al.)

11
ξύλον ὑπὸ πνεύματος σαλευθῇ.

Καὶ εἶπεν Κύριος πρὸς Ἠσαίαν Ἔξελθε εἰς συνάντησιν Ἀχὰζ σὺ καὶ ὁ καταλειφθεὶς Ἰασσοὺβ ὁ <υἱός> σου πρὸς τὴν κολυμβήθραν τῆς ἄνω ὁδοῦ τοῦ ἀγροῦ τοῦ γναφέως.

καὶ ἐρεῖς αὐτῷ Φύλαξαι τοῦ ἡσυχάσαι καὶ μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων τούτων· ὅταν γὰρ ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι.

καὶ ὁ υἱὸς τοῦ Ἀρὰμ καὶ ὁ υἱὸς τοῦ ῾Ρομελίου, ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν περὶ σοῦ, λέγοντες

Ἀναβησόμεθα εἰς τὴν Ἰουδαίαν, καὶ συλλαλήσαντες αὐτοῖς ἀποστρέψωμεν αὐτοὺς πρὸς ἡμᾶς, καὶ βασιλεύσομεν αὐτοῖς τὸν υἱὸν Ταβεήλ·

τάδε λέγει Κύριος σαβαώθ Οὐ μὴ ἐμμείνῃ ἡ βουλὴ αὕτη οὐδὲ ἔσται.

ἀλλ᾿ ἡ κεφαλὴ Ἀρὰμ Δαμασκός, καὶ ἡ κεφαλὴ Δαμασκοῦ ῾Ρασείν· ἀλλ᾿ ἔτι ἐξήκοντα καὶ πέντε ἐτῶν ἐκλείψει ἡ βασιλεία Ἐφράιμ ἀπὸ λαοῦ.

καὶ ἡ κεφαλὴ Ἐφράιμ Σομορών, καὶ ἡ κεφαλὴ Σομορὼν υἱὸς τοῦ ῾Ρομελίου· καὶ ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε.

Καὶ προσέθετο θετο Κύριος λαλῆσαι τῷ Ἀχὰζ λέγων

αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος.

καὶ εἶπεν Ἀχάζ Οὐ μὴ αἰτήσω, οὐδ᾿ οὐ μὴ πειράσω Κύρων.

καὶ εἶπεν Ἀκούσατε δή, οἷκος Δαυείδ. μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις, καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα;