Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

καὶ ἔσῃ στέφανος κάλλους ἐν χειρὶ Κυρίου, καὶ διάδημα βασιλείας ἐν χειρὶ θεοῦ σου.

καὶ οὐκέτι κληθήσῃ Καταλελιμμένη, καὶ ἡ γῆ σου οὐ κληθήσεται Ἔρημος· σοὶ γὰρ κληθήσεται Θέλημα ἐμόν, καὶ τῇ γῇ σου Οἰκουμένη.

καὶ ὡς συνοικῶν νεανίσκος παρθένῳ, οὕτως κατοικήσουσιν οἱ υἱοί σου μετὰ. σοῦ· καὶ ἔσται ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοί.

Καὶ ἐπὶ τῶν τειχέων σου, Ἰερουσαλήμ, κατέστησα φύλακας ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα, οἳ διὰ τέλους οὐ σιωπήσονται μιμνησκόμενοι Κυρίου.

οὐκ ἔστιν γὰρ ὑμῖν ὅμοιος· ἐὰν διορθώσῃ, καὶ ποιήσῃ Ἰερουσαλὴμ ἀγαυρίαμα ἐπὶ τῆς γῆς.

ὤμοσεν Κύριος κατὰ τῆς δόξης αὐτοῦ καὶ κατὰ τῆς ἰσχύος τοῦ βραχίονος αὐτοῦ Εἰ ἔτι δώσω τὸν σῖτόν σου καὶ οὐκέτι καὶ τὸ, βρώματά σου τοῖς ἐχθροῖς σου, καὶ ἔτι πίονται υἱοὶ ἀλλότριοι [*](9 εκγονα αυτων]+εν μεσω των λαων MSS exc ℵ? AQ 26 239 306. 10 εν ευφροσυνη] om εν MSS exc A ευφροσυνην ℵ 2 39. ευφροσυνης]+περιεβαλε βαλεμε 36 al. περιεθηκεν μοι ως νυμφιω μιτραν B(V) 109 305. 11 κηπος MSS exc AQ 26 41 86. αυτου]+ανατελει Q mgV (109) 305+εκφυει (-φυη 22* 106 al) 22corr 48 al. Κυριος Κυριος BQ mg al LXII 1 μου 10] αυτης Β 22 al. 2 om σου 3° B 3.1. 4 pr ετι Β 22 al. οικουμενη]+οτι ευδοκησεν Κυριος εν σοι και η γη σου συνοικισθησεται Β pl (txt ℵΑQ* 26 41 109 2 39 305 306, om και η γη σου συνοικ. 198). 5 om μετα σου BQ al. 8 δοξης] δεξιας Β a. ισχυος· δοξης ℵQ. σου 2°] om B (om και τα βρωματα σου θ’). ετι 2°] pr exc A 144. αλλοτριων 147 233.)

97
τὸν οἶνόν σου ἐφ᾿ ᾧ ἐμόχθησας·

ἀλλ᾿ ἢ οἱ συνάγοντες φάγονται αὐτὸ. καὶ αἰνέσουσιν Κύριον, καὶ οἱ συνάγοντες πίονται αὐτὰ ἐν ταῖς ἐπαύλεσιν ταῖς ἁγίαις σου.

πορεύεσθε διὸ. τῶν πυλῶν μου καὶ ὁδοποιήσατε τῷ λαῷ μου καὶ τοὺς λίθους τοὺς ἐκ τῆς ὁδοῦ διαρράψατε. ἐξάρατε σύσσημον εἰς τὸ. ἔθνη.

ἰδοὺ γὰρ Κύριος ἐποίησεν ἀκουστὸν ἕως ἐσχάτου τῆς εἴπατε τῇ θυγατρὶ Σιών Ἰδού σοι ὅ σωτὴρ παραγίνεται ἔχων τὸν ἑαυτοῦ μισθόν, καὶ τὸ ἔργον πρὸ προσώπου αὐτοῦ.

καὶ καλέσει αὐτὸν Λαὸν ἅγιον, λελυτρωμένον ὑπὸ Κυρίου, σὺ δὲ κληθήσῃ Ἐπιζητουμένη πόλις, καὶ Οὐκ ἐγκαταλελιμμένη.

Τίς οὗτος ὃ παραγινόμενος ἐξ Ἐδώμ, ἐρυθήματα ἱματίων ἐκ Βόσορ; οὕτως ὡραῖος ἐν στολῇ,βίᾳ μετὰ ἰσχύος; ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου.

διὰ τί σου ἐρυθρὰ τὰ, ἱμάτια, καὶ τὰ, ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ;

πλήρης καταπεπατημένης, καὶ τῶν ἐθνῶν οὔκ ἔστιν ἀνὴρ μετ᾿ ἐμοῦ, καὶ κατεπάτησα αὐτοὺς ἐν θυμῷ, καὶ κατέθλασα αὐτοὺς ὡς γῆν, καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἷς γῆν.

ἡμέρα γὰρ ἀνταποδόσεως ἐπῆλθεν αὑτοῖς, καὶ ἐνιαυτὸς λυτρώσεως πάρεστιν.