Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

τίνες οἵδε ὡς νεφέλαι πέτανται, καὶ ὡς περιστεραὶ συν νεοσσοῖς;

ἐμὲ νῆσοι ὑπέμειναν, καὶ πλοῖα Θαρσεὶς ἐν πρώτοις, ἀγαγεῖν τὰ τέκνα σου μακρόθεν καὶ τὸν ἄργυρον καὶ τὸν χρυσὸν μετ' αὐτῶν, διὰ τὸ ὄνομα Κυρίου τὸ ἅγιον, καὶ διὰ τὸ τὸν ἅγιον τὸν Ἰσραὴλ ἔνδοξον εἶναι.

καὶ οἰκοδομήσουσιν ἀλλογενεῖς τὰ τείχη σου, καὶ οἱ βασιλεῖς αὐτῶν παραστήσονταί σου· διὰ γάρ ὀργήν μου ἐπάταξα σε, καὶ διὰ ἕλεος ἠγάπησά σε.

καὶ ἀνοιχθήσονται αἱ πύλαι σου διὰ παντός, ἡμέρας καὶ νυκτὸς οὐ κλεισθήσονται, εἰσαγαγεῖν πρὸς σὲ δύναμιν ἐθνῶν καὶ βασιλεῖς ἀγομένους.

τὰ γὰρ ἔθνη καὶ οἱ βασιλεῖς, οἵτινες οὐ δουλεύσουσίν σοι ἀποθανοῦνται, καὶ τὰ ἔθνη ἐρημίᾳ ἐρημωθήσονται.

καὶ ἡ δόξα τοῦ Λιβάνου πρὸς σὲ ἥξει ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ ἅμα, δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου.

καὶ πορεύσονται πρὸς σὲ δεδοικότες υἱοὶ ταπεινωσάντων σε καὶ παροξυνάντων σε, καὶ κληθήσῃ Πόλις κυρίου Σιων ἁγίου Ισραηλ.

διὰ τὸ γεγενῆσθαί σε ἐγκαταλελειμμένην καὶ μεμισημένην καὶ οὐκ ἦν ὁ βοηθῶν· καὶ θήσω σε ἀγαλλίαμα αἰώνιον, εὐφροσύνην γενεῶν γενεαῖς.

καὶ θηλάσεις γάλα ἐθνῶν καὶ πλοῦτον βασιλέων φάγεσαι· καὶ γνώσῃ ὅτι ἐγὼ κύριος ὁ σῴζων σε καὶ ἐξαιρούμενός σε θεὸς Ισραηλ.

καὶ ἀντὶ χαλκοῦ οἴσω σοι χρυσίον, ἀντὶ δὲ σιδήρου οἴσω σοι ἀργύριον, ἀντὶ δὲ ξύλου οἴσω σοι χαλκόν, ἀντὶ δὲ λίθων σίδηρον. καὶ δώσω τοὺς ἄρχοντάς σου ἐν εἰρήνῃ, καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιοσύνῃ·

καὶ οὐκ ἀκουσθήσεται ἔτι ἀδικία ἐν τῇ γῇ σου, οὐδὲ σύντριμμα οὐδὲ ταλαιπωρία ἐν τοῖς ὁρίοις σου, ἀλλὰ κληθήσεται Σωτήριον τὰ τείχη σου, καὶ αἱ πύλαι σου Γλύμμα.

καὶ οὐκ ἔσται [*](7 ΟΠ3 σοι Β. δεκτά] ρχ δώρα Κβ 198. 8 τετονται ΚΒ $6 48 6ΐ 109 308. ριοσσιχι] + (τ εμε Β ιι ρΐ. 9 ** "Φ** Κ*Β αϊ. χρνσορ] + αντωρ Κ Κ ιι ρΐ. δια ι°] και Β 109 305 και δια ιο6? αϊ. ιο Χ«οί] + Μον ιι 6ι αϊ «λ«οτ ( + μου 147) ΝΒ(2 147 *1· 11 «αι βασι\ειι] +αντων Β ρΐ οιη Κ*. II οπι αντωψ Κ*Β(2 ρΐ. ατοθαρουνται] ατολοννται Μ55 €χο Α. ερημι*· θησεται 11 αϊ 15 ευφρόσυνη Β 86 109. ΐ6 οιη ο 1° ΚΒ(2 ιι αϊ. 17 οιη και 1° Β*, (υλου] Μ55 ΡΧΟ Α. ΐ8 γλί'μ^ια] α·γα\\ιαμα εοη^ 5οΗΐ€ϋ5ηρΓ.)

95
σοι ὁ ἥλιος εἷς φῶς ἡμέρας, οὐδὲ ἀνατολὴ σελήνης φωτιεῖ σοι τὴν νύκτα, ἀλλ’ ἔσται σοι Κύριος φῶς αἰώνων, καὶ ὃ θεὸς δόξα σου.

οὐ γὰρ δύσεται ὅ ἥλιός σου, καὶ ἡ σελήνη σοι οὐκ ἐκλείψει· ἔσται γὰρ Κύριός σοι φῶς αἰώνιον, καὶ ἀναπληρωθήσονται αἱ ἡμέραι τοῦ πένθους σου.

καὶ ὅ λαός σου πᾶς δίκαιος, καὶ διὰ αἰῶνος κληρονομήσουσιν τὴν γῆν, φυλάσσων τὸ φύτευμα, ἔργα χειρῶν αὑτοῦ εἰς δόξαν.

ὁ ὀλιγοστὸς ἔσται εἷς χιλιάδας, καὶ ὅ ἐλάχιστος εἷς ἔθνος μέγα· ἐγὼ Κύριος κατὰ καιρὸν συνάξω αὐτούς.

Πνεῦμα Κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέν με ἰάσασθαι τοὺς συντετριμμένους τῇ καρδία, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν,

καλέσαι ἐνιαυτὸν Κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως, παρακαλέσαι πάντας τοὺς πενθοῦντας,

δοθῆναι τοῖς πενθοῦσιν Σιὼν δόξαν ἀντὶ σποδοῦ, ἄλειμμα εὐφροσύνης τοῖς πενθοῦσιν, καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας· καὶ κληθήσονται γενεαὶ δικαιοσύνης, φύτευμα Κυρίου εἶς δόξαν.

καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίας. ἐξερημωμένας προτέρας ἐξαναστήσουσιν· καὶ καινιοῦσιν πόλεις ἐρήμους, ἐξερημωμένας εἷς γενεάς.