Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

διὰ τοῦτο ἀπέστη ἦ κρίσις ἀπ’ αὐτῶν, καὶ οὗ μὴ καταλάβῃ αὐτοὺς δικαιοσύνη· ὑπομεινάντων <αὐτῶν> φῶς αὐτοῖς σκότος, μείναντες αὐγὴν ἐν ἀωρίᾳ περιεπάτησαν.

ψηλαφήσουσιν ὡς τυφλοὶ τοῖχον, καὶ ὡς οὐχ ὑπαρχόντων ὀφθαλμῶν ψηλαφήσουσιν, καὶ πεσοῦνται ἐν μεσημβρίᾳ ὡς ἐν μεσονυκτίῳ, ὡς ἀποθνήσκοντες στενάξουσιν,

ὡς ἄρκος καὶ ὡς περιστερὰ ἅμα πορεύσονται· ἀνεμείναμεν κρίσιν καὶ οὐκ ἔστιν· σωτηρία μακρὰν ἀφέστηκεν ἀφ’ ἡμῶν.

πολλὴ γὰρ ἡμῶν ἡ ἀνομία ἐναντίον σου, καὶ αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν· αἱ γὰρ ἀνομίαι ἡμῶν ἐν ἡμῖν, καὶ τὸ. ἀδικήματα ἡμῶν ἔγνωμεν·

ἠσεβήσαμεν καὶ ἐψευσάμεθα, καὶ ἀπέστημεν ἀπὸ ὄπισθεν τοῦ θεοῦ ἐλαλήσαμεν ἄδικα καὶ ἠπειθήσαμεν, ἐκύομεν καὶ ἐμελετήσαμεν ἀπὸ καρδίας ἡμῶν λόγους ἀδίκους,

καὶ ἀπεστήσαμεν ὀπίσω τὴν κρίσιν, καὶ ἡ [*](LIX I Κυριου] μου Q*. 2 διαστωσιν Α. om και ανα μεσον του θεου Α om ανα μεσον 2° ℵ?Q 26 al. om αυτου ℵ* B 5 ℵQ al 7 om διαλογισμοι 2° B*. αφρονων] απο φονων ℵc.bBQ 8 εγνωσαν] οιδασιν MSS exc A 26 106 109 198 305. 9 υπομειναντων + αυτων ℵΑ a?B ab Q pl. 10 τυφλος ℵ c.bQ 26 al caecus Tyconius 74. om και 2° B 22 al et cadent Tyc. 13 om απο 1° B.)

93
δικαιοσύνη μακρὰν ἀφέστηκεν ἀφ᾿ ὅτι καταναλώθη ἐν ταῖς ὁδοῖς αὐτῶν ἡ ἀλήθεια, καὶ δι᾿ εὐθείας οὐκ ἐδύναντο διελθεῖν.

καὶ ἡ ἀληθεία ἦρται, καὶ μετέστησαν τὴν διάνοιαν αὐτῶν τοῦ συνιέναι· καὶ εἶδεν Κύριος, καὶ οὐκ ἤρεσεν αὐτῷ, ὅτι οὐκ ἦν κρίσις.

καὶ ἴδεν καὶ οὐκ ἦν ἀνήρ, καὶ κατενόησεν καὶ οὐκ ἦν ὁ ἀντιλημψόμενος, καὶ ἠμύνατο αὐτοὺς τῷ βραχίονι αὐτοῦ καὶ τῇ ἐλεημοσύνη ἐστηρίσατο.

καὶ ἐνεδύσατο δικαιοσύνην ὡς θώρακα, καὶ περιέθετο περικεφαλαίαν σωτηρίου ἐπὶ τῆς κεφαλῆς, καὶ περιεβάλετο ἱμάτιον ἐκδικήσεως, καὶ τὸ περιβόλαιον

ὡς ἀνταποδώσων ἀνταπόδοσιν ὄνειδος τοῖς ὑπεναντίοις.

καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα Κυρίου, καὶ οἱ ἀπὸ ἀνατολῶν ἡλίου τὰ ὄνομα το ἔνδοξον· ἥξει γὰρ ὡς ποταμὸς βίαιος ἡ ὀργὴ παρὰ. Κυρίου, ἥξει μετὰ θυμοῦ.

καὶ ἥξει ἕνεκεν Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ.