Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

καὶ ἡ ἀληθεία ἦρται, καὶ μετέστησαν τὴν διάνοιαν αὐτῶν τοῦ συνιέναι· καὶ εἶδεν Κύριος, καὶ οὐκ ἤρεσεν αὐτῷ, ὅτι οὐκ ἦν κρίσις.

καὶ ἴδεν καὶ οὐκ ἦν ἀνήρ, καὶ κατενόησεν καὶ οὐκ ἦν ὁ ἀντιλημψόμενος, καὶ ἠμύνατο αὐτοὺς τῷ βραχίονι αὐτοῦ καὶ τῇ ἐλεημοσύνη ἐστηρίσατο.

καὶ ἐνεδύσατο δικαιοσύνην ὡς θώρακα, καὶ περιέθετο περικεφαλαίαν σωτηρίου ἐπὶ τῆς κεφαλῆς, καὶ περιεβάλετο ἱμάτιον ἐκδικήσεως, καὶ τὸ περιβόλαιον

ὡς ἀνταποδώσων ἀνταπόδοσιν ὄνειδος τοῖς ὑπεναντίοις.

καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα Κυρίου, καὶ οἱ ἀπὸ ἀνατολῶν ἡλίου τὰ ὄνομα το ἔνδοξον· ἥξει γὰρ ὡς ποταμὸς βίαιος ἡ ὀργὴ παρὰ. Κυρίου, ἥξει μετὰ θυμοῦ.

καὶ ἥξει ἕνεκεν Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ.

καὶ αὕτη αὐτοῖς ἡ παρ᾿ ἐμοῦ διαθήκη, εἶπεν Κύριος· τὸ πνεῦμα τὸ ἐμὸν ὅ ἐστιν ἐπὶ σοί, καὶ τὰ ῥήματα ἅ ἔδωκα εἷς τὸ στόμα σου, οὐ μὴ ἐκλίπῃ ἐκ τοῦ στόματός σου καὶ ἐκ τοῦ στόματος τοῦ σπέρματός σου· εἶπεν Κύριος ἀπὸ τοῦ νῦν καὶ εἷς τὸν αἰῶνα.

φωτίζου φωτίζον, Ἰερουσαλήμ, ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν.

ἰδοὺ σκότος καὶ γνόφος καλύπτει γῆν ἐπ᾿ ἔθνη· ἐπὶ σὲ φανήσεται Κύριος, καὶ ἡ δόξα αὑτοῦ ἐπὶ σὲ ὀφθήσεται·

καὶ πορεύσονται βασιλεῖς τῷ φωτί σου, καὶ ἔθνη τῇ λαμπρότητί σου.

ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἴδε συνηγμένα τὰ. τέκνα σου· ἰδοὺ ἥκασιν πάντες οἱ υἱοί σου μακρόθεν, καὶ αἱ θυγατέρες σου ἐπ᾿ ὤμων ἀρθήσονται.

τότε ὄψῃ, καὶ φοβηθήσῃ, καὶ ἐκστήσῃ τῇ καρδίᾳ, ὅτι μεταβαλεῖ εἷς σέ πλοῦτος θαλάσσης καὶ ἐθνῶν καὶ λαῶν. καὶ ἥξουσίν σοι

ἀγέλαι καμήλων, καὶ καλύψουσίν σε κάμηλοι Μαδιάμ καὶ Γαιφάρ· πάντες ἐκ Σαβὰ ἥξουσιν φέροντες χρυσίον, καὶ λίβανον οἴσουσιν καὶ λίθον τίμιον, [*](14 om αφ ημων ℵΒQ pl. 15 αυτων ℵ*Α? pl om Α*fortB al συνιναι ℵ*A. 17 περιβολαιον]+αυτου Β+ζηλου 22 al. 21 επι] εν Q*. το στομα] την καρδιαν ℵ*. εκλειπη Α 41. ειπεν 2°]+γαρ ℵΒQ αἱ.) [*](LX 1 om φωτιζου 2° Q. 2 σκοτος καλ. γην κ. γνοφ, επ εθνη Β (καλυψει MSS exc A 306, καλυπτη 239). επι δε σε (επι σε δε 93 109) MSS exc Α. 4 om ιδου ℵΒ pl. 5 πλουτος] πληθος δὲ. 6 Γαιφα Β. και λιθον πιμιον] σοι 22vid al om BQ al.)

94
καὶ τὸ σωτήριον Κυρίου εὐαγγελιοῦνται ·

καὶ πάντα τὰ πρόβατα Κηδὰρ συναχθήσονται, καὶ οἱ κριοὶ Ναβαιὼθ ἥξουσίν σοι, καὶ ἀνενεχθήσονται δεκτὰ ἐπὶ τὸ θυσιαστήριον μου, καὶ ὁ οἶκος τῆς προσευχῆς μου δοξασθήσεται,