Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

ἐὰν ἀποστρέψῃς τὸν πόδα σου ἀπὸ τῶν σαββάτων, τοῦ μὴ ποιεῖν τὸ, θελήματά σου ἐν τῇ ἡμέρᾳ τῇ ἁγίᾳ. καὶ καλέσεις τὸ. σάββατα τρυφερά, ἅγια τῷ θεῷ σου, οὐκ ἀρεῖς τὸν πόδα σου ἐπ᾿ ἔργω, οὐδὲ λαλήσεις λόγον ἐν ὀργῇ ἐκ τοῦ στόματός σου,

καὶ ἔσῃ πεποιθὼς ἐπὶ Κύριον, καὶ ἀναβιβάσει σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς, καὶ ψωμιεῖ σε τὴν κληρονομίαν Ἰακὼβ τοῦ πατρός σου· τὸ γὰρ στόμα Κυρίου ἐλάλησεν ταῦτα.

[*](6 om ουχι. . .Κυριος Q*. 8 ιαματα] ιματια ℵ* 91* 106* 147 vestimenta Cyp Tertullian Barnabas Justin sanitates Iren-lat ‘Speculum’ sanitas Lucifer. 10 om σου 1° MSS exc A 26 49 106 panem tuum Lucifer Hicron. 11 om μετα σου Α. εξελειπεν ℵc.b AQa. om και τα οστα. 2°). . .γενεων ℵ*Β 22 al. 12 τους 1°] τας B ab 36 al. τους 2°] σου Β om 22 al. 13 απο των σαββατων τον ποδα σου Β 21 al. om σου 3° ℵ*B 22 al.)
92

Mὴ οὐκ ἰσχύει ἦ χεὶρ Κυρίου τοῦ σῶσαι; ἢ ἐβάρυνεν τὸ οὖς αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι;

ἀλλὰ τὸ. ἁμαρτήματα ὑμῶν διιστῶσιν ἀνὰ, μέσον ὑμῶν <καὶ ἀνὰ, μέσον τοῦ θεοῦ θεοῦ>, τὰς ἁμαρτίας ὑμῶν ἀπέστρεψεν τὸ πρόσωπον αὑτοῦ ἀφ’ ὑμῶν τοῦ μὴ ἐλεῆσαι.

αἱ γὰρ χεῖρες ὑμῶν μεμολυμμέναι αἵματι, καὶ οἷ δάκτυλοι ὑμῶν ἐν ἁμαρτίαις, τὰ δὲ χείλη ὑμῶν ἐλάλησεν ἀνομίαν, καὶ ἡ γλῶσσα ὑμῶν ἀδικίαν μελετᾷ.

οὐδεὶς λαλεῖ δίκαια, οὐδὲ ἔστιν κρίσις ἀληθινή· πεποίθασιν ἐπὶ ματαίοις καὶ λαλοῦσιν κενά, ὅτι κύουσιν πόνον καὶ τίκτουσιν ἀνομίαν.

ὠὰ ἀσπίδων ἔρρηξαν, καὶ ἱστὸν ἀράχνης ὑφαίνουσιν, καὶ ὃ μέλλων τῶν ὠῶν αὐτῶν φαγεῖν, συντρίψας οὔριον εὗρεν, καὶ ἐν αὐτῷ βασιλίσκος.

ὁ ἰστὸς αὐτῶν οὐκ ἔσται εἷς ἱμάτιον, οὐδὲ μὴ περιβάλωνται ἀπὸ τῶν ἔργων αὐτῶν· τὰ γὰρ ἔργα αὐτῶν ἔργα ἀνομίας.

οἱ δὲ πόδες αὐτῶν ἐπὶ πονηρίαν τρέχουσιν, ταχινοὶ ἐκχέαι αἷμα, καὶ οἶ διαλογισμοὶ αὐτῶν διαλογισμοὶ ἀφρόνων· σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν,

καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν, καὶ οὐκ ἔστιν κρίσις ἐν ταῖς ὁδοῖς αὐτῶν· αἱ γὰρ τρίβοι αὐτῶν διεστραμμέναι ἅς διοδεύουσιν, καὶ οὒκ οἴδασιν εἰρήνην.

διὰ τοῦτο ἀπέστη ἦ κρίσις ἀπ’ αὐτῶν, καὶ οὗ μὴ καταλάβῃ αὐτοὺς δικαιοσύνη· ὑπομεινάντων <αὐτῶν> φῶς αὐτοῖς σκότος, μείναντες αὐγὴν ἐν ἀωρίᾳ περιεπάτησαν.