Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

Ἀναβόησον ἐν ἰσχύι καὶ μὴ φείσῃ, ὡς σάλπιγγα ὕψωσον τὴν φωνήν σου, καὶ ἀνάγγειλον τῷ λαῷ μου τὰ ἁμαρτήματα αὐτῶν, καὶ τῷ οἴκῳ Ἰακὼβ τὰς ἀνομίας αὐτῶν.

ἐμὲ ἡμέραν ἐξ ἡμέρας ζητήσουσιν, καὶ γνῶναί μου τὰς ὁδοὺς ἐπιθυμοῦσιν, ὡς λαὸς δικαιοσύνην θεοῦ πεποιηκὼς καὶ κρίσιν θεοῦ αὐτοῦ μὴ ἐγκαταλελοιπώς· αἰτοῦσίν με νῦν κρίσιν δικαίαν, καὶ ἐγγίζειν θεῷ ἐπιθυμοῦσιν,

λέγοντες Τί ὅτι ἐνηστεύσαμεν καὶ οὐκ εἶδες; ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν καὶ οὐ προσέσχες; ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν, καὶ πάντας τοὺς ὑποχειρίους ὑμῶν ὑπονύσσετε.

εἰς κρίσεις καὶ μάχας νηστεύετε καὶ τύπτετε πυγμαῖς ταπεινόν, ἵνα τί μοι νηστεύετε ὡς σήμερον, ἀκουσθῆναι ἐν κραυγῇ τὴν φωνὴν ὑμῶν;

οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, καὶ [*](15 om Κυριος 1° ℵ*B al 2° B 9.1. om 2° ℵ*B. συντετριμμένοις Β 109. 16 om και 1° MSS exc A 106. 17 ταις οδοις] εν τη καρδια ℵc.a vid 93+της καρδιας 22 al. 18 + και τοις ποθεινοις αυτου κτιζων καρπον χειλεων (αληθινην) V 62 al. 20 ουτως Β. 21 ειπ. ο θεος τοις ασεβεσιν BV LVIII 1 σαλπιγγι Β 22 al σαλπιγγος ℵ tuba Cyp (Test iii 1). 2 ζητουσιν ℵBQ pl. om θεου MSS exc A. 3 ου προσέσχες] ουκ εγνως Mss exc A 106. 4 εις] pr ει Β 22 η 106) al. κρισις ℵ*ΑQ* 5 εξελεξαμην]+λεγει Κυριος παντοκρατωρ Q 239.)

91
ἡμέραν ταπεινοῦν ἄνθρωπον τὴν ψυχὴν αὐτοῦ· οὐδ᾿ ἂν κάμψῃς ὡς κρίκον τὸν τράχηλόν σου, καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃ, οὐδ᾿ οὕτως καλέσετε νηστείαν δεκτήν.

οὐχὶ τοιαύτην νηστείαν ἐγὼ ἐξελεξάμην, λέγει Κύριος, ἀλλὰ λῦε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, ἀπόστελλε τεθραυσμένους ἐν ἀφέσει, καὶ πᾶσαν συγγραφὴν ἄδικον διάσπα.

διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἴσαγε εἰς τὸν οἶκόν σου· ἐὰν ἴδῃς γυμνόν, περίβαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψῃ.

τότε ῥαγήσεται πρόιμον τὸ φῶς σου, καὶ τὰ. ἰάματά σου ταχὺ ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ θεοῦ περιστελεῖ σε·

τότε βοήσῃ, καὶ ὁ θεὸς εἰσακούσεταί σου, ἔτι λαλοῦντός σου ἐρεῖ Ἰδοὺ πάρειμι. ἐὰν ἀφέλῃς ἀπὸ σοῦ σύνδεσμον καὶ χειροτονίαν καὶ γογγυσμοῦ,

καὶ δῷς πεινῶντι τὸν ἄρτον σου ἐκ ψυχῆς σου, καὶ ψυχὴν τεταπεινωμένην ἐμπλήσῃς, τότε ἀνατελεῖ ἐν τῷ σκότει τὸ φῶς σου, καὶ τὸ σκότος σου ὡς μεσημβρία,

καὶ ἔσται ὁ θεός σου <μετὰ σοῦ> διὸ. παντός· καὶ ἐμπλησθήσῃ καθάπερ ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ τὸ. ὀστᾶ. σου πιανθήσεται, καὶ ἔσται ὡς κῆπος μεθύων καὶ ὡς πηγὴ ἢν μὴ ἐξέλιπεν ὕδωρ· καὶ τὰ ὀστᾶ σου ὡς βοτάνη ἀνατελεῖ καὶ πιανθήσεται, καὶ κληρονομήσουσι γενεὰς γενεῶν.

καὶ οἰκοδομηθήσονταί σου αἱ ἔρημοι αἰώνιοι, καὶ ἔσται σου τὰ θεμέλια αἰώνια γενεῶν γενεαῖς· καὶ κληθήσῃ Οἰκοδόμος φραγμῶν, καὶ τοὺς τρίβους τοὺς ἀνὰ μέσον παύσεις.

ἐὰν ἀποστρέψῃς τὸν πόδα σου ἀπὸ τῶν σαββάτων, τοῦ μὴ ποιεῖν τὸ, θελήματά σου ἐν τῇ ἡμέρᾳ τῇ ἁγίᾳ. καὶ καλέσεις τὸ. σάββατα τρυφερά, ἅγια τῷ θεῷ σου, οὐκ ἀρεῖς τὸν πόδα σου ἐπ᾿ ἔργω, οὐδὲ λαλήσεις λόγον ἐν ὀργῇ ἐκ τοῦ στόματός σου,

καὶ ἔσῃ πεποιθὼς ἐπὶ Κύριον, καὶ ἀναβιβάσει σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς, καὶ ψωμιεῖ σε τὴν κληρονομίαν Ἰακὼβ τοῦ πατρός σου· τὸ γὰρ στόμα Κυρίου ἐλάλησεν ταῦτα.

[*](6 om ουχι. . .Κυριος Q*. 8 ιαματα] ιματια ℵ* 91* 106* 147 vestimenta Cyp Tertullian Barnabas Justin sanitates Iren-lat ‘Speculum’ sanitas Lucifer. 10 om σου 1° MSS exc A 26 49 106 panem tuum Lucifer Hicron. 11 om μετα σου Α. εξελειπεν ℵc.b AQa. om και τα οστα. 2°). . .γενεων ℵ*Β 22 al. 12 τους 1°] τας B ab 36 al. τους 2°] σου Β om 22 al. 13 απο των σαββατων τον ποδα σου Β 21 al. om σου 3° ℵ*B 22 al.)
92