Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

κἀγὼ ἀπαγγελῶ τὴν δικαιοσύνην μου καὶ τὸ. κακά σου, ἂ οὐκ ὠφελήσουσίν σε·

ὅταν ἀναβοήσῃς, ἐξελέσθωσάν σε ἓν τῇ θλίψει σου· τούτους γὰρ πάντας ἄνεμος λήμψεται. καὶ ἀποίσει καταιγίς. οἶ δὲ ἀντεχόμενοί μου κτήσονται γῆν, καὶ κληρονομήσουσιν τὸ ὅρος τὸ ἅγιόν μου,

καὶ ἐροῦσιν Καθαρίσατε [*](11 om ℵ*Β pl. αυτο] εαυτου Β απ ακρου αυτου. 12 δευτε λαβωμεν οινον και οινοφλυγησωμεν μεθην και εσται τοιαυτη ημερα αυριον μεγαλη περισσως σφοδρα V 22 62 (87) pl. LVII 5 τα ειδωλα] pr επι ℵQV 22 pl. 6 κακεινοις 2°] και B pl. 9 om και απεστρεψας ℵ*Β pl. 11 om μου Β. 12 απαγ γελλω Α. μου] σου ℵ*Β. ωφελησει ℵ*Β al. 13 λημψεται ανεμος B 109.)

90
ἀπὸ προσώπου αὐτοῦ ὁδούς, καὶ ἄρατε σκῶλα ἀπὸ τῆς ὁδοῦ τοῦ λαοῦ μοῦ.

Τάδε λέγει Κύριος ὃ ὕψιστος, ὁ ἐν ὑψηλοῖς κατοικῶν τὸν αἰῶνα, Ἅγιος ἐν ἁγίοις ὄνομα αὐτῷ, Κύριος, ὕψιστος ἐν ἁγίοις ἀναπαυόμενος, καὶ ὀλιγοψύχοις διδοὺς μακροθυμίαν, καὶ διδοὺς ζωὴν τοῖς συντετριμμένοις τὴν καρδίαν·

καὶ οὐκ εἰς τὸν αἰῶνα ἐκδικήσω ὑμᾶς, οὐδὲ διὰ παντὸς ὀργισθήσομαι ὑμῖν· πνεῦμα γὰρ παρ’ ἐμοῦ ἐξελεύσεται, καὶ πνοὴν πᾶσαν ἐγὼ ἐποίησα.

δια ἁμαρτίαν τι ἐλύπησα αὐτόν, καὶ ἐπάταξα αὐτὸν καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ’ αὐτοῦ· καὶ ἐλυπήθη, καὶ ἐπορεύθη στυγνὸς ἐν ταῖς ὁδοῖς αὐτοῦ.

τὰς ὁδοὺς αὐτοῦ ἑώρακα, καὶ ἰασάμην αὐτὸν καὶ παρεκάλεσα αὐτόν, καὶ ἔδωκα αὐτῷ παράκλησιν ἀληθινήν,

εἰρήνην ἐπ’ εἰρήνην τοῖς μακρὰν καὶ τοῖς ἐγγὺς οὖσιν. καὶ εἶπεν Κύριος Ἰάσομαι αὐτούς·

οἱ δὲ ἄδικοι οὕτως κλυδωνισθήσονται, καὶ ἀναπαύσασθαι οὐ δυνήσονται.

οὐκ ἔστιν χαίρειν τοῖς ἀσεβέσιν, εἶπεν Κύριος ὃ θεός.

Ἀναβόησον ἐν ἰσχύι καὶ μὴ φείσῃ, ὡς σάλπιγγα ὕψωσον τὴν φωνήν σου, καὶ ἀνάγγειλον τῷ λαῷ μου τὰ ἁμαρτήματα αὐτῶν, καὶ τῷ οἴκῳ Ἰακὼβ τὰς ἀνομίας αὐτῶν.