Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

δώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστόν, κρείσσων υἱῶν καὶ θυγατέρων, ὄνομα αἰώνιον δώσω αὐτοῖς, καὶ οὐκ ἐκλείψει.

καὶ τοῖς ἀλλογενέσιν τοῖς προσκειμένοις πρὸς Κύριον δουλέυειν αὐτῷ, καὶ ἀγαπᾶν τὸ ὄνομα Κυρίου, τοῦ εἶναι αὐτῷ εἷς δούλους καὶ δούλας, καὶ πάντας τοὺς φυλασσομένους τὰ σάββατά μου μὴ βεβηλοῦν, καὶ ἀντεχομένους τῆς διαθήκης μου,

εἰσάξω αὐτοὺς εἰς τὸ ὅρος τὸ ἅγιόν μου, καὶ εὐφρανῶ αὐτοὺς ἐν τῷ οἴκῳ τῆς προσευχῆς μου· τὰ ὁλοκαυτώματα αὐτῶν καὶ αἱ θυσίαι αὐτῶν ἔσονται δεκταὶ ἐπὶ τοῦ θυσιαστηρίου μου. ὁ γὰρ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν,

εἶπεν Κύριος ὃ συνάγων τοὺς διεσπαρμένους Ἰσραήλ, ὅτι συνάξω ἐπ’ αὐτὸν συναγωγήν.

Πάντα τὰ θηρία τὰ ἄγρια, δεῦτε φάγετε, πάντα τὰ θηρία τοῦ δρυμοῦ.

ἴδετε ἴδετε ὅτι πάντες ἐκτετύφλωνται, οὐκ ἔγνωσαν φρονῆσαι, πάντες κύνες ἐνεοί, οὕ δυνήσονται ὑλακτεῖν, ἐνυπνιαζόμενοι κοίτην, φιλοῦντες νυστάξαι.

καὶ οἱ κύνες ἀναιδεῖς τῇ ψυχῇ, οὐκ εἰδότες πλησμονήν· καί εἰσιν πονηροὶ οὐκ [*](LVI 1 ποιήσατε] pr και MSS exc ℵΑQΓ 106 198 306. ηγγικεν ℵΒ pl. 2 σαββατα]+μου ἕξων 41 147 233. αδικημα] αδικα Β pl αδικηματα 62 90 al. 4 αν] εαν ℵBQ al. 5 κρεισσων ℵ*A 26 109 239 306 κρεισσον ℵca,c.bQ 41 49 144 147 233 308 κρειττων Γ κρειττω Β al. 6 προς Κυριον] Κυριω ℵBQ pl. του ειναι] τω ειναι Β. 7 το θυσιαστήριον Β pl. 8 διεσπαρ|σμενους Α. 10 εκτετυφλ. παντες Β pl. φρονησαι] φρονησιν 22 al φωνησαι 49 om B 41. om παντες 2° B* pl.)

89
εἰδότες σύνεσιν, πάντες ἐν ταῖς ὁδοῖς αὐτῶν ἐξηκολούθησαν, ἕκαστος κατὰ τὸ αὑτό.

Ἴδετε ὡς ὅ δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἐκδέχεται τή καρδίᾳ, καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ. ἀπὸ γὰρ προσώπου ἀδικίας ἦρται ὃ δίκαιον

ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ, ἦρται ἐκ τοῦ μέσου.

ὑμεῖς δὲ προσαγάγετε ὧδε, υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης·

ἐν τίνι ἐνετρυφήσατε; καὶ ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν; καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; οὐχ ὑμεῖς ἐστε τέκνα ἀπωλείας, σπέρμα ἄνομον;

οἱ παρακαλοῦντες τὸ. εἴδωλα ὑπὸ δένδρα δασέα, σφάζοντες τὰ τέκνα αὐτῶν ἐν ταῖς φάραγξιν ἀνὰ. μέσον τῶν πετρῶν.

ἐκείνη σου ἡ μερίς, οὗτός σου ὁ κλῆρος, κἀκείνοις ἐξέχεας σπονδὰς κἀκείνοις ἀνήνεγκας θυσίας· ἐπὶ τούτοις οὖν οὐκ ὀργισθήσομαι;

ἐπ᾿ ὅρος ὑψηλὸν καὶ μετέωρον, ἐκεῖ σου ἡ κοίτη, καὶ ἐκεῖ ἀνεβίβασας θυσίας·

καὶ ὀπίσω τῶν σταθμῶν τῆς θύρας σου ἔθηκας μνημόσυνά σου· ᾤου ὅτι ἐὰν ἀπ’ ἐμοῦ ἀποστῇς, πλεῖόν τι ἔξεις· ἠγάπησας τοὺς κοιμωμένους μετὰ σοῦ,

καὶ ἐπλήθυνας τὴν πορνείαν σου μετ’ αὐτῶν, καὶ πολλοὺς ἐποίησας τοὺς μακρὰν ἀπὸ σοῦ, καὶ ἀπέστειλας πρέσβεις ὑπὲρ τὸ. ὅριά σου, καὶ ἀπέστρεψας, καὶ ἐταπεινώθης ἕως ᾄδου.

ταῖς πολυοδίαις σου ἐκοπίασας, καὶ οὐκ εἶπας Παύσομαι, ἐνισχύουσα ἔπραξας ταῦτα, διὰ τοῦτο οὔ κατεδεήθης μου σύ.