Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

Τάδε λέγει Κύριος Φυλάσσεσθε κρίσιν, ποιήσατε δικαιοσύνην· ἤγγισεν γὰρ τὸ σωτήριόν μου παραγίνεσθαι, καὶ τὸ ἔλεός μου ἀποκαλυφθῆναι.

μακάριος ἀνὴρ ὁ ποιῶν ταῦτα, καὶ ἅνθρωπος ὃ ἀντεχόμενος αὐτῶν, καὶ φυλάσσων τὰ σάββατα μὴ βεβηλοῦν, καὶ διατηρῶν τὰς χεῖρας αὐτοῦ μὴ ποιεῖν ἀδίκημα.

μὴ λεγέτω ὁ ἀλλογενὴς ὃ προσκείμενος πρὸς Κύριον Ἀφοριεῖ με ἄρα Κύριος ἀπὸ τοῦ λαοῦ αὐτοῦ· καὶ μὴ λεγέτω ὃ εὐνοῦχος ὅτι Ἐγώ εἰμι ξύλον ξηρόν.

τάδε λέγει Κύριος τοῖς εὐνούχοις ὅσοι ἂν φυλάξωνται τὰ σάββατά μου καὶ ἐκλέξωνται ἅ ἐγὼ θέλω καὶ ἀντέχωνται τῆς διαθήκης μου,

δώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστόν, κρείσσων υἱῶν καὶ θυγατέρων, ὄνομα αἰώνιον δώσω αὐτοῖς, καὶ οὐκ ἐκλείψει.

καὶ τοῖς ἀλλογενέσιν τοῖς προσκειμένοις πρὸς Κύριον δουλέυειν αὐτῷ, καὶ ἀγαπᾶν τὸ ὄνομα Κυρίου, τοῦ εἶναι αὐτῷ εἷς δούλους καὶ δούλας, καὶ πάντας τοὺς φυλασσομένους τὰ σάββατά μου μὴ βεβηλοῦν, καὶ ἀντεχομένους τῆς διαθήκης μου,

εἰσάξω αὐτοὺς εἰς τὸ ὅρος τὸ ἅγιόν μου, καὶ εὐφρανῶ αὐτοὺς ἐν τῷ οἴκῳ τῆς προσευχῆς μου· τὰ ὁλοκαυτώματα αὐτῶν καὶ αἱ θυσίαι αὐτῶν ἔσονται δεκταὶ ἐπὶ τοῦ θυσιαστηρίου μου. ὁ γὰρ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν,

εἶπεν Κύριος ὃ συνάγων τοὺς διεσπαρμένους Ἰσραήλ, ὅτι συνάξω ἐπ’ αὐτὸν συναγωγήν.

Πάντα τὰ θηρία τὰ ἄγρια, δεῦτε φάγετε, πάντα τὰ θηρία τοῦ δρυμοῦ.

ἴδετε ἴδετε ὅτι πάντες ἐκτετύφλωνται, οὐκ ἔγνωσαν φρονῆσαι, πάντες κύνες ἐνεοί, οὕ δυνήσονται ὑλακτεῖν, ἐνυπνιαζόμενοι κοίτην, φιλοῦντες νυστάξαι.

καὶ οἱ κύνες ἀναιδεῖς τῇ ψυχῇ, οὐκ εἰδότες πλησμονήν· καί εἰσιν πονηροὶ οὐκ [*](LVI 1 ποιήσατε] pr και MSS exc ℵΑQΓ 106 198 306. ηγγικεν ℵΒ pl. 2 σαββατα]+μου ἕξων 41 147 233. αδικημα] αδικα Β pl αδικηματα 62 90 al. 4 αν] εαν ℵBQ al. 5 κρεισσων ℵ*A 26 109 239 306 κρεισσον ℵca,c.bQ 41 49 144 147 233 308 κρειττων Γ κρειττω Β al. 6 προς Κυριον] Κυριω ℵBQ pl. του ειναι] τω ειναι Β. 7 το θυσιαστήριον Β pl. 8 διεσπαρ|σμενους Α. 10 εκτετυφλ. παντες Β pl. φρονησαι] φρονησιν 22 al φωνησαι 49 om B 41. om παντες 2° B* pl.)

89
εἰδότες σύνεσιν, πάντες ἐν ταῖς ὁδοῖς αὐτῶν ἐξηκολούθησαν, ἕκαστος κατὰ τὸ αὑτό.