Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

οὐχ ὡς γυναῖκα καταλε- λειμμένην <καὶ ὀλιγόψυχον> κέκληκέν σε Κύριος, οὐδ’ ὡς γυναῖκα ἐκ νεότητος μεμισημένην· εἶπεν ὁ θεός σου.

χρόνον μικρὸν κατέλιπόν σε, καὶ μετὰ ἐλέους μεγάλου ἐλεήσω σε·

ἐν θυμῷ μικρῷ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπὸ σοῦ, καὶ ἐν ἐλέει αἰωνίῳ ἠλέησά σε· εἶπεν ὃ ῥυσάμενός σε Κύριος.

ἀπὸ τοῦ ὕδατος τοῦ ἐπὶ Νῶε τοῦτό μοί ἐστιν, καθότι ὤμοσα αὐτῷ ἐν τῷ χρόνῳ ἐκείνῳ, τῇ γῇ μὴ θυμωθήσεσθαι ἐπὶ σοὶ ἔτι, μηδὲ ἐν ἀπειλῇ σου

τὰ ὅρη μεταστήσασθαι, οὐδὲ οἱ βουνοί σου μετακινηθήσονται· οὕτως οὐδὲ τὸ παρ’ ἐμοῦ σοι ἔλεος ἐκλείψει, οὐδὲ ἡ διαθήκη τῆς εἰρήνης σου οὔ μὴ μεταστῇ· εἶπεν γὰρ Κύριος ἵλεώς σοι.

Ταπεινὴ καὶ ἀκατάστατος οὗ παρεκλήθης· ἰδοὺ ἐγὼ ἑτοιμάζω σοι ἄνθρακα τὸν λίθον σου, καὶ τὸ. θεμέλιά σου σάπφειρον,

καὶ θήσω τὰς ἐπάλξεις σου ἴασπιν, καὶ τὰς πύλας σου λίθους κρυστάλλου, καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτούς,

καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς θεοῦ, ἐν πολλῇ εἰρήνῃ τὰ τέκνα σου.

καὶ ἐν δικαιοσύνῃ οἰκοδομηκαὶ θήσῃ· ἀπέχου ἀπὸ ἀδίκου, καὶ οὐ φοβηθήσῃ, καὶ τρόμος οὐκ ἐγγιεῖ σοι.

ἰδοὺ ἰδοὺ προσήλυτοι προσελεύσονταί σοι δι’ ἐμοῦ, καὶ ἐπὶ σὲ καταφεύξονται.

ἰδοὺ ἐγὼ κτίζω σε, οὐχ ὡς χαλκεὺς φυσῶν ἄνθρακας καὶ ἐκφέρων σκεῦος εἰς ἔργον· ἐγὼ δὲ ἔκτισά σε, οὐκ εἰς ἀπώλειαν φθεῖραι.