Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

καὶ Κύριος βούλεται καθαρίσαι αὐτὸν ἀπὸ τῆς πληγῆς· ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ὑμῶν ὄψεται σπέρμα μακρόβιον· καὶ βούλεται Κύριος ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ,

δεῖξαι αὐτῷ φῶς καὶ πλάσαι τῇ συνέσει, δικαιῶσαι δίκαιον εὖ δουλεύοντα πολλοῖς, καὶ τὰς ἁμαρτίας αὐτῶν αὑτὸς ἀνοίσει.

διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλούς, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα· ἀνθ’ ὧν παρεδόθη εἷς θάνατον ἡ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκεν, καὶ διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόθη.

Εὐφράθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα· εἶπεν γὰρ Κύριος.

πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου, πῆξον, μὴ φείσῃ, μάκρυνον τὸ. σχοινίσματά σου, καὶ τοὺς πασσάλους σου κατίσχυσον,

ἔτι εἷς δεξιὰ καὶ εἷς τὸ, ἀριστερὰ, ἐκπέτασον· καὶ τὸ σπέρμα σου ἔθνη [*](5 ανομιας] αμαρτιας Β al. εμαλακισθη] μεμαλακισται ΜSS exc Α. αμαρτιας] ανομιας Β al. 7 κειροντος ℵ*ΒQ ‘12 pl. om αυτον ℵ*B 8 ηχθη] ηκει 62 90 al Clem Rom. 9 om αυτου 2° Β*. ευρεθη δολον ℵ*B 22 *vid om ευρεθη 87 97. 10 om απο 1° ℵBQ ημων BV. 11 πλασαι] πλησαι conj. Schleusner. 12 αμαρτιας 2 ανομιας ℵB pl facinora LIV 3 om εις 2° B 3.1 εἰ in sinistram Cyp (Test i 20).)

86
κληρονομήσει, καὶ πόλεις ἠρημωμένας κατοικήσεις.

μὴ φοβοῦ, ὅτι κατῃσχύνθης, μηδὲ ἐντραπῇς, ὅτι ὠνειδίσθης, ὅτι αἰσχύνην αἰωνίον ἐπιλήσῃ, καὶ ὄνειδος τῆς χηρίας σου οὐ μὴ μνησθήσῃ.

ὅτι Κύριος ὁ ποιῶν σε, Κύριος σαβαὼθ ὄνομα αὐτῷ· καὶ ὁ ῥυσάμενός σε, θεὸς αὐτὸς Ἰσραήλ, πάσῃ τῇ γῇ κληθήσεται.

οὐχ ὡς γυναῖκα καταλε- λειμμένην <καὶ ὀλιγόψυχον> κέκληκέν σε Κύριος, οὐδ’ ὡς γυναῖκα ἐκ νεότητος μεμισημένην· εἶπεν ὁ θεός σου.

χρόνον μικρὸν κατέλιπόν σε, καὶ μετὰ ἐλέους μεγάλου ἐλεήσω σε·

ἐν θυμῷ μικρῷ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπὸ σοῦ, καὶ ἐν ἐλέει αἰωνίῳ ἠλέησά σε· εἶπεν ὃ ῥυσάμενός σε Κύριος.