Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

Ἐξεγείρου ἐξεγείρου, Σιών· ἔνδυσαι τὴν ἰσχύν σου, Σιών, καὶ ἔνδυσαι τὴν δόξαν σου, Ἰερουσαλήμ, πόλις ἁγία· οὐκέτι προστεθήσεται διελθεῖν διὸ, σοῦ ἀπερίτμητος καὶ ἀκάθαρτος.

ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηθι, κάθισον, Ἰερουσαλήμ· ἔκδυσαι τὸν δεσμὸν τοῦ τραχήλου σου, ἦ αἰχμάλωτος θυγάτηρ Σιών.

ὅτι τάδε λέγει Κύριος δωρεὰν ἐπράθητε, καὶ οὒ μετὰ ἀργυρίου λυτρωθήσεσθε.