Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

ὅτι ἐγὼ ὃ θεός σου ὃ ταράσσων τὴν θάλασσαν καὶ ἠχῶν τὸ. κύματα αὐτῆς, Κύριος σαβαὼθ ὄνομά μοι.

θήσω τοὺς λόγους μου εἰς τὸ στόμα σου, καὶ ὑπὸ τὴν δεξιάν μου σκεπάσω σε, ἐν ᾗ ἔστησα τὸν οὐρανὸν καὶ ἐθεμελίωσα τὴν γῆν· καὶ ἐρεῖ Σιών Λαός μου εἴ σύ.

Ἐξεγείρου ἐξεγείρου, Ἰερουσαλήμ, ἡ πιοῦσα τὸ ποτήριον τοῦ θυμοῦ ἐκ χειρὸς Κυρίου· τὸ [*](6 την γην 2°] αυτην Νc.b 22 pl om N*B. εκλειπη AQ. 7 om 1°] B. μη 1°] και Ν*. 8 ωσπερ 1°] ως ΝΒ pl. om γαρ 2°] ως ΝΒQ pl. 9 αιωνος] + ου συ ει η κατακοψασα αλαζονειαν δράκοντα 22 93 al (καταστρωσασα δρακ. 36 62 ου συ ει λατομησασα πλατος διαρρηξασα δρακοντα 91 309 al (διαλυσασα δρακ. V 109 305). 11 αγαλλιαμα και] αγαλλιασις και ℵQ 26 36 [47 al B al. επι κεφαλης γαρ Β an της κεφ. ℵ. 12 τινα τις ουσα Β pl (cf lvii 11). 13 θεον] θεου A*. αραι σε] αρεσαι σε Α αρε|σαι Γ αρεσαι 104 198 228. 16 δεξαιν] σκιαν (σκεπην ἔξω) της MSS exc A. 17 εκ χειρος Κυριου το ποτηριον του θυμου αυτου Β.)

83
ποτήριον γὰρ τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ, ἔπιες καὶ ἐξεκένωσας,

καὶ οὒκ ἦν ὁ παρακαλῶν σε ἀπὸ πάντων τῶν τέκνων σου ὦν ἔτεκες, καὶ οὐκ ἦν ὃ ἀντιλαμβανόμενος τῆς χειρός σου οὑδὲ ἀπὸ πάντων τῶν υἱῶν σου ὧν ὗψωσας.

δύο ταῦτα ἀντικείμενά σοι· τίς σοι συλλυπηθήσεται; πτῶμα καὶ σύντριμμα, λιμὸς καὶ μάχαιρα· τίς σε παρακαλέσει;

οἱ υἱοί σοι οἱ ἀπορούμενοι, οἱ καθεύδοντες ἐπ’ ἄκρου πάσης ἐξόδου ὡς σευτλίον ἡμίεφθον, οἱ πλήρεις θυμοῦ Κυρίου, ἐκλελυμένα διὰ Κυρίου τοῦ θεοῦ.

διὰ τοῦτο ἄκουε, τεταπεινωμένη καὶ μεθύουσα οὐκ ἀπὸ οἴνου.

οὕτως λέγει Κύριος ὃ θεὸς ὅ κρίνων τὸν λαὸν αὐτοῦ Ἰδοὺ εἴληφα ἐκ τῆς χειρός σου τὸ ποτήριον τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ, καὶ οὕ προσθήσῃ ἔτι πιεῖν αὐτό·

καὶ ἐμβαλῶ αὐτὸ εἷς τὰς χεῖρας τῶν ἀδικησάντων σε καὶ τῶν ταπεινωσάντων σε, οἳ εἶπαν τῇ ψυχῇ σου Κύψον, ἴνα παρέλθωμεν· καὶ ἔθηκας ἴσα τῇ γῇ τὸ. μετάφρενά σου ἔξω τοῖς παραπορευομένας.

Ἐξεγείρου ἐξεγείρου, Σιών· ἔνδυσαι τὴν ἰσχύν σου, Σιών, καὶ ἔνδυσαι τὴν δόξαν σου, Ἰερουσαλήμ, πόλις ἁγία· οὐκέτι προστεθήσεται διελθεῖν διὸ, σοῦ ἀπερίτμητος καὶ ἀκάθαρτος.

ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηθι, κάθισον, Ἰερουσαλήμ· ἔκδυσαι τὸν δεσμὸν τοῦ τραχήλου σου, ἦ αἰχμάλωτος θυγάτηρ Σιών.

ὅτι τάδε λέγει Κύριος δωρεὰν ἐπράθητε, καὶ οὒ μετὰ ἀργυρίου λυτρωθήσεσθε.