Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

Ἀκούσατέ μου, οἶ διώκοντες τὸ δίκαιον καὶ ζητοῦντες τὸν κύριον, ἐμβλέψατε εἷς τὴν στερεὰν πέτραν ἥν ἐλατομήσατε, καὶ εἷς τὸν βόθυνον τοῦ λάκκου ὃν ὠρύξατε.

ἐμβλέψατε εἷς Ἀβραὰμ τὸν πατέρα ὑμῶν, καὶ εἷς Σάρραν τὴν ὠδίνουσαν ὑμᾶς· ὅτι εἷς ἦν καὶ ἐκάλεσα αὐτόν, καὶ ηὐλόγησα αὐτὸν καὶ ἠγάπησα αὐτὸν καὶ ἐπλήθυνα αὐτόν.

καὶ σὲ νῦν παρακαλέσω, Σιών, καὶ παρεκάλεσα πάντα τὰ ἔρημα αὐτῆς, <καὶ θήσω τὸ. ἔρημα αὐτῆς ὡς παράδεισον, καὶ πρὸς δυσμὰς) ὥς παράδεισον Κυρίου· εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ, ἐξομολόγησιν καὶ φωνὴν αἰνέσεως.

Ἀκούσατέ μου, ἀκούσατε, λαός μου, καὶ οἱ βασιλεῖς πρὸς μὲ ἐνωτίσασθε, ὅτι νόμος παρ’ ἐμοῦ ἐξελεύσεται, καὶ ἦ κρίσις μου εἷς φῶς ἐθνῶν.

ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ ἐξελεύσεται τὸ σωτήριόν μου, καὶ εἷς τὸν βραχίονά μου ἔθνη ἐλπιοῦσιν· ἐμὲ νῆσοι ὑπομενοῦσιν, καὶ εἷς τὸν βραχίονά μου ἐλπιοῦσιν.

ἅρατε εἷς τὸν οὐρανὸν τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἐμβλέψατε εἷς τὴν γῆν κάτω, ὅτι ὃ οὐρανὸς ὥς καπνὸς ἐστερεώθη, καὶ ἡ γῆ ὥς ἱμάτιον παλαιωθήσεται, οἶ δὲ [*](7 Κυριος] + Κυριος ℵ*Β al. μου 1°] μοι Β al. 9 βοηθησει ℵ*Β ως 2° ℵ*Β 10 επακουσατω ℵ υπακουσατω Β pl. ουκ] LI 2 om και ηυλογησα αυτον 21 al. om και ηγαπησα αυτον V 228. om και επληθυνα αυτον Β. 3 om και θησω. . .δυσμας Α (om και τα. . παραδεισον ℵ c.b 305 306 om και τα...Κυριου Q* 49). 4 ακουσατε 2 + μου ΝΒ pl. 5 μου 1°] σου Α* corr Αa om ℵ. φως και Β + ως φως ?36 pl+ εις φως ℵ 22 48 txt AQ 26 106. 6 και γη] η δε γη ℵBQ pl.)

82
κατοικοῦντες τὴν γῆν ὥσπερ ταῦτα ἀποθανοῦνται, τὸ δὲ σωτήριόν μου εἷς τὸν αἰῶνα ἔσται, ἡ δὲ δικαιοσύνη μου οὗ μὴ ἐκλίπῃ.

Ἀκούσατέ μου, οἱ εἰδότες κρίσιν, λαός μου οὗ ὁ νόμος μου ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ φοβεῖσθε ὀνειδισμὸν ἀνθρώπων, καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε.

ὥσπερ γὰρ ἱμάτιον βρωθήσεται ὑπὸ χρόνου, καὶ ὥσπερ ἔρια βρωθήσεται ὑπὸ σητός, ἦ δὲ δικαιοσύνη μου εἶς τὸν αἰῶνα ἔσται, τὸ δὲ σωτήριόν μου εἷς γενεὰς γενεῶν.

Ἑξεγείρου ἐξεγείρου Ἰερουσαλήμ, καὶ ἔνδυσαι τὴν ἰσχὺν τοῦ βραχίονός σου· ἐξεγείρου ὡς ἐν ἀρχῇ ἡμέρας, αἷς γενεὰ αἰῶνος. οὗ σὺ εἴ

ἡ ἐρημοῦσα θάλασσαν, ὕδωρ ἀβύσσου πλῆθος ; ἦ θεῖσα τὰ βάθη τῆς θαλάσσης ὁδὸν διαβάσεως ῥυομένοις

καὶ λελυτρωμένοις; ὑπὸ γὰρ Κυρίου ἀποστραφήσονται, καὶ ἥξουσιν εἷς Σιὼν μετ’ εὐφροσύνης καὶ ἀγαλλιάματος αἰωνίου· ἐπὶ γὰρ τῆς κεφαλῆς αὐτῶν ἀγαλ- λίαμα καὶ αἴνεσις, καὶ εὐφροσύνη καταλήμψεται αὐτούς, ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός.