Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

Κύριος δίδωσίν μοι γλῶσσαν σοφίας τοῦ γνῶναι ἐν καιρῷ ἡνίκα δεῖ εἰπεῖν λόγον· ἔθηκέν μοι τὸ πρωί, προσέθηκέν μοι ὠτίον ἀκούειν,

καὶ ἡ παιδία Κυρίου ἀνοίγει τὰ ὦτά μου, ἐγὼ δὲ οὐκ ἀπειθῶ οὐδὲ ἀντιλέγω.

τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου [*](23 αρχουσαι]+αυτων ℵ*Β pl. αισχυνθηση] αισχυνθησονται οι υπομενοντες με Β 22 pl. 25 σου 2°] μου Bab 109 9.1 meos 26 θλιψαντες ℵΒQ pl (θλιβοντες AV 26 62 106 109 305 3.1). MSS exc A 26 106 198 306. L 1 τινι] τινων Α*fort. υποχρεω] υποχρεως ων 22 al. 2 ουχ υπηκουσεν] ουκ ην ο υπακουων (επ- ℵ) BQ al ουκ ην ο υπακουσομενος 22 al A. τη απειλη] τω ελεγμω Β τω ελεγμω και τη απειλη ℵ* τω βραχιονι 109 305. 3 om και 1° ℵ*B pl. ως σακκον θησω BQ pl om θησω 4 Κυριος+Κυριος Β al. σοφιας] παιδειας MSS exc A. om εν καιρω MSS exc A 26 86 106 233 306. om το ℵΒQ pl. πρωι]+πρωι 22 87 (106) al. 5 Κυριου]+Κυριου Β. μου τα. ωτα MSS exc Α 106. 6 εδωκα ℵΒ al.)

81
οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων,

καὶ Κύριος βοηθός μου ἐγενήθη· διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλὰ ἔθηκα τὸ πρόσωπόν μου ὥς στερεὰν πέτραν, καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνθῶ.

ὅτι ἐγγίζει ὃ δικαιώσας με· τίς ὃ κρινόμενός μοι; ἀντιστήτω μοι ἅμα· καὶ τίς ὃ κρινόμενός μοι; ἐγγισάτω μοι.

ἰδοὺ Κύριος βοηθεῖ μοι· τίς κακώσει με; ἰδοὺ πάντες ὑμεῖς ὦς ἱμάτιον παλαιωθήσεσθε, καὶ ὡς σὴς καταφάγεται ὑμᾶς.

Τίς ἐν ὑμῖν ὃ φοβούμενος τὸν κύριον; ἀκουσάτω τῆς φωνῆς τοῦ παιδὸς αὑτοῦ· οἱ πορευόμενοι ἐν σκότει, οὐκ ἔστιν αὐτοῖς φῶς, πεποίθατε ἐπὶ τῷ ὀνόματι Κυρίου καὶ ἀντστηρίσασθε ἐπὶ τῷ θεῷ.

ἰδοὺ ἰδοὺ πάντες ὑμεῖς πῦρ καίετε καὶ κατισχδύετε φλόγα· πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε· δι’ ἐμὲ ἐγένετο ταῦτα ὑμῖν, ἐν λύπῃ κοιμηθήσεσθε.

Ἀκούσατέ μου, οἶ διώκοντες τὸ δίκαιον καὶ ζητοῦντες τὸν κύριον, ἐμβλέψατε εἷς τὴν στερεὰν πέτραν ἥν ἐλατομήσατε, καὶ εἷς τὸν βόθυνον τοῦ λάκκου ὃν ὠρύξατε.

ἐμβλέψατε εἷς Ἀβραὰμ τὸν πατέρα ὑμῶν, καὶ εἷς Σάρραν τὴν ὠδίνουσαν ὑμᾶς· ὅτι εἷς ἦν καὶ ἐκάλεσα αὐτόν, καὶ ηὐλόγησα αὐτὸν καὶ ἠγάπησα αὐτὸν καὶ ἐπλήθυνα αὐτόν.

καὶ σὲ νῦν παρακαλέσω, Σιών, καὶ παρεκάλεσα πάντα τὰ ἔρημα αὐτῆς, <καὶ θήσω τὸ. ἔρημα αὐτῆς ὡς παράδεισον, καὶ πρὸς δυσμὰς) ὥς παράδεισον Κυρίου· εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ, ἐξομολόγησιν καὶ φωνὴν αἰνέσεως.