Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

δύο ταῦτα ἐν μιᾷ χηρία καὶ ἀτεκνία, ἥξει ἐξέφνης ἐπὶ σέ ἐν τῇ φαρμακείᾳ σου, ἐν τῇ ἰσχύι. τῶν ἐπαοιδῶν σου σφόδρα,

τῇ ἐλπίδι τῆς πονηρίας σου· σὺ γὰρ εἴπας Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα· γνῶθι ὅτι ἢ σύνεσις τούτων [*](10 om αυτα Β. 13 δοξασμα] δοξαν ℵ* .26. XLVII 1 om την Β 51 εἰ. εισελθε εις το σκοτος] καθισον εις την γην B ουκ εστι θρονος 41 al. 4 om ειπεν ℵ*B 22 pl. 6 εδωκα αυτους ℵΒ pl. 8 ακουε ℵ*Β pl. om η ° B al. B om τη ℵ*B pl. 9 om ηξει °. . .ατεκνια Β* (106). 10 om οτι ℵ*Β al. συνεσις] συνεις A. τουτων] + εσται ℵ*Β al.)

76
καὶ ἦ πορνεία σου ἔσται σοι αἰσχύνη· καὶ εἶπας τῇ καρδίᾳ σου Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα.

καὶ ἥξει ἐπὶ σὲ ἀπώλεια καὶ οὗ μὴ γνῷς, βόθυνος, καὶ ἐμπεσῇ εἰς αὐτόν· καὶ ἥξει ἐπὶ σὲ ταλαιπωρία, καὶ οὐ μὴ δυνήσῃ καθαρὰ γενέσθαι· καὶ ἥξει ἐπὶ σὲ ἐξέφνης ἀπώλεια καὶ οὐ μὴ γνῷς.

στῆθι νῦν ἐν ταῖς ἐπαοιδαῖς σου καὶ ἐν τῇ πολλῇ φαρμακείᾳ σου, εἳ ἐμάνθανες ἐκ νεότητός σου, εἰ δυνήσει ὠφεληθῆναι.

κεκοπίακας ἐν ταῖς βουλαῖς σου· στήτωσαν καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ, οἱ ὁρῶντες τοὺς ἀστέρας ἀναγγειλάτωσάν σοι τί μέλλει ἐπὶ σὲ ἔρχεσθαι.

ἰδοὺ πάντες ὡς φρύγανα ἐπὶ πυρὶ κατακαήσονται, καὶ· οὐ μὴ ἐξέλωνται τὴν ψυχὴν αὐτῶν ἐκ φλογός· ὅτι ἔχεις ἄνθρακας πυρός, κάθισαι ἐπ’ αὐτούς.

οὓτοι ἔσονταί σοι βοήθεια· ἐκοπίασας ἐν τῇ μεταβολῇ σου ἐκ νεότητος, ἅνθρωπος καθ’ ἑαυτὸν ἐπλανήθη· σοὶ δὲ οὐκ ἔσται σωτηρία.

Ἀκούσατε ταῦτα, οἶκος Ἰακώβ, οἱ κεκλημένοι τῷ ὀνόματι Ἰσραὴλ καὶ οἱ ἐξ Ἰούδα ἐξελθόντες, οἱ ὀμνύοντες τῷ ὀνόματι Κυρίου θεοῦ Ἰσραήλ, μιμνησκόμενοι οὗ μετὰ. ἀληθείας οὐδὲ μετὰ δικαιοσύνης,

καὶ ἀντεχόμενοι τῷ ὀνόματι τῆς πόλεως τῆς ἁγίας, καὶ ἐπὶ τῳ θεῷ του Ἰσραὴλ ἀντιστηριζόμενοι, Κύριος σαβαὼθ ὄνομα αὐτῷ.

τὰ πρότερα ἔτι ἀνήγγειλα, καὶ ἐκ τοῦ στόματός μου ἐξῆλθεν καὶ ἀκουστὰ ἐγένετο· ἐξάπινα ἐποίησα, καὶ ἐπῆλθεν.

γινώσκω ἐγὼ ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδηροῦν ὃ τράχηλός σου, καὶ τὸ μέτωπόν σου χαλκοῦν.