Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

Οὕτως λέγει Κύριος σαβαώθ Ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σεβωεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καὶ σοὶ ἔσονται δοῦλοι καὶ ὀπίσω σου ἀκολουθήσουσιν δεδεμένοι χειροπέδαις, καὶ προσκυνήσουσίν σοι, καὶ ἐν σοὶ προσεύξονται· ὅτι ἐν σοὶ ὃ θεός ἐστιν, καὶ ἐροῦσιν Οὐκ ἔστιν ὃ θεὸς πλὴν σοῦ.

σὺ γὰρ εἴ θεός, καὶ οὐκ ᾔδειμεν, ὁ θεὸς τοῦ Ἰσραὴλ σωτήρ.

αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ. καὶ πορεύσονται ἐν αἰσχύνῃ. ἐγκαινίζεσθε πρὸς μέ, νῆσοι.

Ἰσραὴλ σώζεται ὑπὸ Κυρίου σωτηρίαν αἰώνων· οὐκ αἰσχυνθήσονται οὐδὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος.

Οὕτως λέγει Κύριος ὅ ποιήσας τὸν οὐρανόν, οὗτος ὅ θεὸς ὅ καταδείξας τὴν γῆν καὶ ποιήσας αὐτήν, αὐτὸς διώρισεν αὑτήν, οὐκ εἷς κενὸν ἐποίησεν αὐτήν, ἀλλὰ κατοικεῖσθαι, Ἐγώ εἶμι, καὶ οὐκ ἔστιν ἔτι.

οὐκ ἐν κρυφῇ λελάληκα οὐδὲ ἐν τόπῳ γῆς σκοτινῷ· οὐκ εἶπα τῷ σπέρματι Ἰακώβ Μάταιον ζητήσατε· ἐγώ εἰμι ἐγώ εἰμι λαλῶν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλήθειαν.

συνάχθητε καὶ ἥκετε, βουλεύσασθε ἅμα, οἶ σωζόμενοι ἀπὸ τῶν ἐθνῶν. οὑκ ἔγνωσαν οἱ αἴροντες τὸ ξύλον γλύμμα αὐτῶν, καὶ προσευχόμενοι ὡς πρὸς θεοὺς οἳ οὔ σώζουσιν·

εἰ ἀναγγέλλουσιν, ἐγγισάτωσαν, ἴνα γνῶμεν ἅμα τίς ἀκουστὰ ἐποίησεν ταῦτα ἀπ’ τότε ἀνηγγέλη ὑμῖν Ἐγὼ ὃ θεός, καὶ οὐκ [*](10 ωδινησεις] ωδινεις Β pl. 11 om και περι των θυγατερων μου Β pl. 13 δικαιοσυνης]+βασιλεα MSS cxc RC-bAQV 26. αυτος] ουτος MSS exc A 41. 14 χειροπεδιας+και διαβήσονται προς σε Β 22 pl. om ερουσιν ℵB αἱ est, et non est Deu: alius prader te Cyp (Test ii 6). om o 2 exc A. 15 om σωτηρ Β. 18 om αυτην ° B*. κατοικεισθαι]+ επλασεν αυτην Β pl. 19 εγω ειμι °]+Κυριος MSS exc Α 109 305. o λαλων ℵB al. 20 γλυμματα ℵ 62 147. σωζωσιν ℵΑ. 21 αναγγελουσιν ℵΒQ 31. 7 γνωμεν] γνωσιν MSS exc Α. τοτε] εκ τοτε 22 al οτε 49 ποτε ℵ quando Frag. Wirceb.)

74
ἔστιν ἄλλος πλὴν ἐμοῦ, δίκαιος καὶ σωτήρ, οὐκ ἔστιν παρὲξ ἐμοῦ.

ἐπιστράφητε πρός με καὶ σωθήσεσθε, οἶ ἀπ’ ἐσχάτου τῆς γῆς· ἐγώ εἶμι ὃ θεός, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ, δίκαιος καὶ σωτήρ, οὐκ ἔστιν παρὲξ ἐμοῦ].

κατ᾿ ἐμαυτοῦ ὀμνύω, εἰ μὴν ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη, οἶ λόγοι μου οὐκ ἀποστραφήσονται, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ ἐξομολογήσεται πᾶσα γλῶσσα τῷ θεῷ,

λέγων Δικαιοσύνη καὶ δόξα πρὸς αὐτὸν ἥξουσιν, καὶ αἰσχυνθήσονται πάντες οἱ ἀφορίζοντες αὐτούς·

ἀπὸ Κυρίου δικαιωθήσονται, καὶ ἐν τῷ θεῷ ἐνδοξασθήσονται καὶ πᾶν τὸ σπέρμα τῶν υἱῶν Ἰσραήλ.

Ἔπεσε Βήλ, συνετρίβη Δαγών, ἐγένετο τὰ. γλυπτὰ αὐτῶν εἷς θηρία καὶ κτήνη· αἴρετε αὐτὰ. καταδεδεμένα ὡς φορτίον κοπιῶντι,

καὶ πεινῶντι καὶ ἐκλελυμένῳ, οὐκ ἰσχύοντι ἅμα, οἳ οὐ μὴ δύνωνται σωθῆναι ἀπὸ πολέμου, αὐτοὶ δὲ αἰχμάλωτοι ἤχθησαν.

Ακούσατέ μου, οἶκος τοῦ Ἰακώβ, καὶ πᾶν τὸ κατάλοιπον τοῦ Ἰσραήλ, οἱ αἰρόμενοι ἐκ κοιλίας καὶ παιδευόμενοι ἀπὸ παιδίου·

ἕως γήρους ἐγώ εἶμι, καὶ ἕως ἂν καταγηράσητε ἐγώ εἰμι, ἐγὼ ἀνέχομαι ὑμῶν, ἐγὼ ἐποίησα καὶ ἐγὼ ἀνήσω, ἐγὼ ἀναλήμψομαι καὶ σώσω ὑμᾶς.

τίνι με ὡμοιώσατε; ἴδετε, τεχνάσασθε, οἶ πλανώμενοι,

σοῖ συμβαλλόμενοι χρυσίον ἐκ μαρσίππου καὶ ἀργύριον ἐν ζυγῷ στήσουσιν ἐν σταθμῷ καὶ μισθωσάμενοι χρυσοχόον ἐποίησαν χειροποίητα, καὶ κύψαντες προσκυνοῦσιν αὐτόν.

αἴρουσιν αὐτὸ ἐπὶ τῶν ὤμων καὶ πορεύονται· ἐὰν δὲ θῶσιν αὐτό, ἐπὶ τοῦ τόπου αὐτοῦ μένει, οὐ μὴ κινηθῇ· καὶ ὃς ἂν βοήσῃ πρὸς αὐτόν, οὗ μὴ ἀκούσῃ, ἀπὸ κακῶν οὗ μὴ σώσει αὐτόν.

Μνήσθητε ταῦτα καὶ στενάξατε, μετανοήσατε, οἱ πεπλανημένοι, ἐπιστρέψατε τῇ καρδίᾳ,