Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

τίς ὥσπερ ἐγώ; στήτω, καλεσάτω, καὶ ἑτοιμασάτω μοι ἀφ’ οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα, καὶ τὰ ἐπερχόμενα πρὸ τοῦ ἐλθεῖν ἀναγγειλάτωσαν ὑμῖν.

μὴ παρακαλύπτεσθε· οὐκ ἀπ’ ἀρχῆς ἠνωτίσασθε, καὶ ἀπήγγειλα ὑμῖν; μάρτυρες ὑμεῖς ἐστε εἰ ἔστιν θεὸς πλὴν ἐμοῦ· καὶ οὐκ ἦσαν τότε.

οἱ πλάσσοντες καὶ γλύφοντες πάντες μάταιοι, οἱ ποιοῦντες τὰ καταθύμια αὐτῶν ἅ οὐκ ὠφελήσει αὐτούς· ἀλλὰ αἰσχυνθήσονται.

πάντες οἱ πλάσσοντες θεὸν καὶ γλύφοντες ἀνωφελῆ, φελῆ,

καὶ πάντες ὅθεν ἐγένοντο ἐξηράνθησαν, καὶ κωφοὶ ἀπὸ ἀνθρώπων· συναχθήτωσαν πάντες καὶ στήσονται ἅμα, ἐντραπήτωσαν καὶ αἰσχυνθήτωσαν ἅμα.

ὅτι ὤξυνεν τέκτων σίδηρον, σκεπάρνῳ εἰργάσατο αὐτὸ καὶ ἐν τερέτρῳ ἔτρησεν αὐτό, εἰργάσατο αὐτὸ ἐν τῷ βραχίονι τῆς ἰσχύος αὐτοῦ· καὶ πεινάσει, καὶ ἀσθενήσει, καὶ οὗ μὴ πίῃ ὕδωρ.

ἐκλεξάμενος τέκτων ξύλον ἔστησεν αὐτὸ ἐν μέτρῳ, καὶ ἐν κόλλῃ ἐρύθμισεν, αὐτό, ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς καὶ ὡς ὡραιότητα ἀνθρώπου, στῆσαι αὐτὸ ἐν οἴκῳ,