Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

Νῦν δὲ ἄκουσον, παῖς μου Ἰακώβ, καὶ Ἰσραὴλ ὃν ἐξελεξάμην,

οὕτως λέγει Κύριος ὃ θεὸς ὃ ποιήσας σε, καὶ ὃ πλάσας σε ἐκ κοιλίας Ἔτι βοηθηθήσῃ· μὴ φοβοῦ, παῖς μου Ἰακώβ, καὶ ὃ ἠγαπημένος Ἰσραὴλ ὃν ἐξελεξάμην.

ὅτι ἐγὼ δώσω ὕδωρ ἐν δίψει τοῖς πορευομένοις ἐν ἀνύδρῳ, ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου, καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου, καὶ

ἀνατελοῦσιν ὡσεὶ χόρτος ἀνὰ. μέσον ὕδατος, καὶ ὡς ἰτέα ἐπὶ παραρέον ὕδωρ.

οὗτος ἐρεῖ Τοῦ θεοῦ εἰμι, καὶ οὗτος ἐρεῖ ἐπὶ τῷ ὀνόματι Ἰακώβ, καὶ ἕτερος ἐπιγράφει Τοῦ θεοῦ εἰμι, ἐπὶ τῷ ὀνόματι Ἰσραήλ.

Οὕτως λέγει ὁ θεὸς ὁ βασιλεὺς τοῦ Ἰσραὴλ ὁ ῥυσάμενος αὐτόν, θεὸς σαβαώθ Ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, πλὴν ἐμοῦ οὐκ ἔστιν θεός·

τίς ὥσπερ ἐγώ; στήτω, καλεσάτω, καὶ ἑτοιμασάτω μοι ἀφ’ οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα, καὶ τὰ ἐπερχόμενα πρὸ τοῦ ἐλθεῖν ἀναγγειλάτωσαν ὑμῖν.

μὴ παρακαλύπτεσθε· οὐκ ἀπ’ ἀρχῆς ἠνωτίσασθε, καὶ ἀπήγγειλα ὑμῖν; μάρτυρες ὑμεῖς ἐστε εἰ ἔστιν θεὸς πλὴν ἐμοῦ· καὶ οὐκ ἦσαν τότε.